Το πρώτο βιβλίο αστρονομίας που γράφτηκε είναι από τον Έλληνα Πτολεμαίο .(β΄ μέρος)

Σάββατο 16 Ιανουαρίου 2010

star
ΚΛΑΥΔΙΟΥ
ΠΤΟΛΕΜΑΙΟΥ
ΤΩ Ν ΠΡΟΣ
ΣΥΡΟΝ
ΑΠΟΤΕΛΕΣΜΑΤΙ
Κ ΩΝ



ΒΙΒΛΙΟΝ Γ
Τάδε ἔνεστιν ἐν τῷ γ βιβλίῳ
προοίμιον.
περὶ σπορᾶς καὶ ἐκτροπῆς.
περὶ μοίρας ὡροσκοπούσης.
διαίρεσις γενεθλιαλογίας.
περὶ γονέων.
περὶ ἀδελφῶν.
περὶ ἀρρενικῶν καὶ θηλυκῶν γενέσεων.
περὶ διδυμογόνων.
περὶ τεράτων.
περὶ ἀτρόφων.
περὶ χρόνων ζωῆς.
περὶ μορφῆς καὶ κράσεως σωματικῆς.
περὶ σινῶν καὶ παθῶν σωματικῶν.
περὶ ποιότητος ψυχῆς.
περὶ παθῶν ψυχικῶν.
Προοίμιον
Ἐφωδευμένης ἡμῖν ἐν τοῖς ἔμπροσθεν τῆς περὶ τὰ καθόλου
συμπτώματα θεωρίας, ὡς προηγουμένης καὶ τὰ πολλὰ
κατακρατεῖν δυναμένης τῶν περὶ ἕνα ἕκαστον τῶν ἀνθρώπων
κατὰ τὸ ἴδιον τῆς φύσεως ἀποτελουμένων, ὧν τὸ προγνωστικὸν
μέρος γενεθλιαλογίαν καλοῦμεν, δύναμιν μὲν μίαν καὶ τὴν

αὐτὴν ἀμφοτέρων τῶν εἰδῶν ἡγεῖσθαι προσήκει, καὶ περὶ τὸ
ποιητικὸν καὶ περὶ τὸ θεωρητικόν, ἐπειδήπερ καὶ τῶν καθόλου
καὶ τῶν καθ' ἕνα ἕκαστον συμπτωμάτων αἰτία μὲν ἡ τῶν
πλανωμένων ἀστέρων ἡλίου τε καὶ σελήνης κίνησις,
προγνωστικὴ δὲ ἡ τῆς τῶν ὑποκειμένων αὐτοῖς φύσεων τροπῆς
κατὰ τὰς ὁμοιοσχήμονας τῶν οὐρανίων παρόδους διὰ τοῦ
περιέχοντος ἐπιστημονικὴ παρατήρησις, πλὴν ἐφ' ὅσον ἡ μὲν
καθολικὴ περίστασις μείζων τε καὶ αὐτοτελής, ἡ δὲ ἐπὶ μέρους
οὐχ ὁμοίως.
ἀρχὰς δὲ οὐκέτι τὰς αὐτὰς ἀμφοτέρων νομιστέον εἶναι, ἀφ' ὧν
τὴν τῶν οὐρανίων διάθεσιν ὑποτιθέμενοι τὰ διὰ τῶν τότε
σχηματισμῶν σημαινόμενα πειρώμεθα προγινώσκειν, ἀλλὰ τῶν
μὲν καθολικῶν πολλάς, ἐπειδὴ μίαν τοῦ παντὸς οὐκ ἔχομεν, καὶ
ταύτας οὐκ ἀπ' αὐτῶν τῶν ὑποκειμένων πάντοτε
λαμβανομένας, ἀλλὰ καὶ ἀπὸ τῶν περιεχόντων καὶ τὰς αἰτίας
ἐπιφερόντων⋅ σχεδὸν γὰρ πάσας ἀπό τε τῶν τελειοτέρων
ἐκλείψεων καὶ τῶν ἐπισήμως παροδευόντων ἀστέρων
ἐπισκεπτόμεθα⋅ τῶν δὲ καθ' ἕνα ἕκαστον τῶν ἀνθρώπων καὶ
μίαν καὶ πολλάς, μίαν μὲν τὴν αὐτοῦ τοῦ συγκρίματος ἀρχήν,
καὶ ταύτην γὰρ ἔχομεν, πολλὰς δὲ τὰς κατὰ τὸ ἑξῆς τῶν
περιεχόντων πρὸς τὴν πρώτην ἀρχὴν ἐπισημασίας
συμβαινούσας, προηγουμένης μέντοι τῆς μιᾶς ἐνθάδε εἰκότως,
ἐπειδήπερ αὕτη καὶ τὰς ἄλλας ἀποτελεῖ.
τούτων δὲ οὕτως ἐχόντων ἀπὸ μὲν τῆς πρώτης ἀρχῆς θεωρεῖται
τὰ καθόλου τῆς συγκρίσεως ἰδιώματα, διὰ δὲ τῶν ἄλλων τὰ
κατὰ καιροὺς παρὰ τὸ μᾶλλον καὶ ἧττον συμβησόμενα κατὰ
τὰς λεγομένας τῶν ἐφεξῆς χρόνων διαιρέσεις.
Περὶ σπορᾶς καὶ ἐκτροπῆς
Ἀρχῆς δὲ χρονικῆς ὑπαρχούσης τῶν ἀνθρωπίνων τέξεων φύσει
μὲν τῆς κατ' αὐτὴν τὴν σποράν, δυνάμει δὲ καὶ κατὰ τὸ
συμβεβηκὸς τῆς κατὰ τὴν ἀποκύησιν ἐκτροπῆς, ἐπὶ μὲν τῶν
ἐγνωκότων τὸν τῆς σπορᾶς καιρὸν ἤτοι συμπτωματικῶς ἢ καὶ
παρατηρητικῶς, ἐκείνῳ μᾶλλον προσήκει πρός τε τὰ τοῦ
σώματος καὶ τὰ τῆς ψυχῆς ἰδιώματα κατακολουθεῖν, τὸ
ποιητικὸν τοῦ κατ' αὐτὸν τῶν ἀστέρων σχηματισμοῦ
διασκεπτομένους⋅ ἅπαξ γὰρ ἐν ἀρχῇ τὸ σπέρμα ποιόν πως
γενόμενον ἐκ τῆς τοῦ περιέχοντος διαδόσεως, κἂν διάφορον
τοῦτο γίνηται κατὰ τοὺς ἐφεξῆς τῆς σωματοποιήσεως χρόνους,
αὐτὸ τὴν οἰκείαν μόνην ὕλην φυσικῶς προσεπισυγκρίνον
ἑαυτῷ κατὰ τὴν αὔξησιν ἔτι μᾶλλον ἐξομοιοῦται τῇ τῆς
πρώτης ποιότητος ἰδιοτροπίᾳ⋅ ἐπὶ δὲ τῶν μὴ γινωσκόντων, ὅπερ
ὡς ἐπίπαν συμβαίνει, τῇ κατὰ τὴν ἐκτροπὴν ἀρχῇ καὶ ταύτῃ
προσανέχειν ἀναγκαῖον, ὡς μεγίστη καὶ αὕτη καὶ μόνῳ τούτῳ
τῆς πρώτης λειπομένη τῷ δι' ἐκείνης καὶ τὰ πρὸ τῆς ἐκτέξεως
δύνασθαι προγινώσκεσθαι.
καὶ γὰρ εἰ τὴν μὲν ἀρχὴν ἄν τις εἴποι, τὴν δὲ ὥσπερ καταρχήν,
τὸ μέγεθος αὐτῆς τῷ μὲν χρόνῳ γίνεται δεύτερον, ἴσον δὲ καὶ
μᾶλλον τελειότερον τῇ δυνάμει, σχεδόν τε δικαίως ἐκείνη μὲν
ἂν ὀνομάζοιτο σπέρματος ἀνθρωπίνου γένεσις, αὕτη δὲ
ἀνθρώπου⋅ πλεῖστά τε γὰρ τότε προσλαμβάνει τὸ βρέφος, ἃ μὴ
πρότερον, ὅτε κατὰ γαστρὸς ἦν, προσῆν αὐτῷ, καὶ αὐτὰ τὰ ἴδια
μόνης τῆς ἀνθρωπίνης φύσεως⋅ ὅ τε σωματώδης σχηματισμός,
κἂν μηδὲν αὐτῷ δοκῇ τὸ κατὰ τὴν ἔκτεξιν περιέχον εἰς τὸ
τοιῷδε εἶναι συμβάλλεσθαι, αὐτῷ πρὸς τὸ κατὰ τὸν οἰκεῖον τοῦ
περιέχοντος σχηματισμὸν εἰς φῶς ἐλθεῖν συμβάλλεται, τῆς
φύσεως μετὰ τὴν τελείωσιν πρὸς τὸ ὁμοιότυπον κατάστημα τῷ
κατ' ἀρχὰς διαμορφώσαντι μερικῶς τὴν ὁρμὴν τῆς ἐξόδου
ποιουμένης, ὥστε εὐλόγως καὶ τῶν τοιούτων ἡγεῖσθαι
δηλωτικὸν εἶναι τὸν κατὰ τὴν ἐκτροπὴν τῶν ἀστέρων
σχηματισμόν, οὐχ ὡς ποιητικὸν μέντοι πάντως, ἀλλ' ὡς ἐξ
ἀνάγκης κατὰ φύσιν ὁμοιότατον δυνάμει τῷ ποιητικῷ.
προθέσεως δὲ κατὰ τὸ παρὸν ἡμῖν οὔσης καὶ τοῦτο τὸ μέρος
ἐφοδικῶς ἀναπληρῶσαι κατὰ τὸν ἐν ἀρχῇ τῆς δὲ τῆς
συντάξεως ὑφηγημένον ἐπιλογισμὸν περὶ τοῦ δυνατοῦ τῆς
τοιαύτης προγνώσεως, τὸν μὲν ἀρχαῖον τῶν προρρήσεων
τρόπον τὸν κατὰ τὸ συγκρατικὸν εἶδος τῶν ἀστέρων πάντων ἢ
τῶν πλείστων, πολύχουν τε ὄντα καὶ σχεδὸν ἄπειρον, εἴ τις
αὐτὸν ἀκριβοῦν ἐθέλοι, κατὰ τὴν διέξοδον καὶ μᾶλλον ἐν ταῖς
κατὰ μέρος ἐπιβολαῖς τῶν φυσικῶς ἐπισκεπτομένων ἢ ἐν ταῖς
παραδόσεσι ἀναθεωρεῖσθαι δυνάμενον παραιτησόμεθα διά τε
τὸ δύσχρηστον καὶ τὸ δυσδιέξοδον.
τὰς δὲ πραγματείας αὐτάς, δι' ὧν ἕκαστα τῶν εἰδῶν κατὰ τὸν
ἐπιβλητικὸν τρόπον συνορᾶται, καὶ τὰς κατὰ τὸ ἰδιότροπον καὶ
ὁλοσχερὲς τῶν ἀστέρων πρὸς ἕκαστα ποιητικὰς δυνάμεις, ὡς
ἔνι μάλιστα, παρακολουθητικῶς τε ἅμα καὶ ἐπιτετμημένως
κατὰ τὸν φυσικὸν στοχασμὸν ἐκθησόμεθα, τοὺς μὲν τοῦ
περιέχοντος τόπους, πρὸς οὓς ἕκαστα θεωρεῖται τῶν
ἀνθρωπίνων συμπτωμάτων καθάπερ σκοπὸν οὗ δεῖ
καταστοχάζεσθαι προυποτιθέμενοι, τὰς δὲ τῶν τοῖς τόποις κατ'
ἐπικράτησιν συνοικειουμένων σωμάτων ποιητικὰς δυνάμεις
ὥσπερ ἀφέσεις βελῶν κατὰ τὸ ὁλοσχερέστερον ἐφαρμόζοντες,
τὸ δὲ ἐκ τῆς συγκράσεως τῆς ἐκ πλειόνων φύσεων περὶ τὸ
ὑποκείμενον εἶδος συναγόμενον ἀποτέλεσμα καταλιπόντες,
ὥσπερ εὐστόχῳ τοξότῃ τῷ τοῦ διασκεπτομένου λογισμῷ⋅
πρῶτον δὲ περὶ τῶν καθόλου διὰ τῆς κατὰ τὴν ἐκτροπὴν ἀρχῆς
θεωρουμένων ποιησόμεθα τὸν λόγον κατὰ τὴν προσήκουσαν
τῆς τάξεως ἀκολουθίαν, πάντων μὲν ὡς ἔφαμεν τῶν φύσιν
ἐχόντων διὰ ταύτης λαμβάνεσθαι δυναμένων, συνεργησόντων
δὲ εἴ τις ἔτι περιεργάζεσθαι θέλοι πρὸς μόνα τὰ κατ' αὐτὴν τὴν
σύγκρισιν ἰδιώματα καὶ τῶν κατὰ τὸν τῆς σπορᾶς χρόνον διὰ
τῆς αὐτῆς θεωρίας ὑποπιπτόντων ἰδιωμάτων.
Περὶ μοίρας ὡροσκοπούσης.
Ἐπειδὴ περὶ τοῦ πρώτου καὶ κυριωτάτου, τουτέστι τοῦ μορίου
τῆς κατὰ τὴν ἐκτροπὴν ὥρας, ἀπορία γίγνεται πολλάκις, μόνης
μὲν ὡς ἐπίπαν τῆς δι' ἀστρολάβων ὡροσκοπείων κατ' αὐτὴν
τὴν ἔκτεξιν διοπτεύσεως τοῖς ἐπιστημονικῶς παρατηροῦσι τὸ
λεπτὸν τῆς ὥρας ὑποβάλλειν δυναμένης, τῶν δὲ ἄλλων σχεδὸν
ἁπάντων ὡροσκοπείων, οἷς οἱ πλεῖστοι τῶν ἐπιμελεστέρων
προσέχουσι, πολλαχῆ διαψεύδεσθαι τῆς ἀληθείας δυναμένων,
τῶν μὲν ἡλιακῶν παρὰ τὰς τῶν θέσεων καὶ τῶν γνωμόνων
ἐπισυμπιπτούσας διαστροφάς, τῶν δὲ ὑδρολογίων παρὰ τὰς τῆς
ῥύσεως τοῦ ὕδατος ὑπὸ διαφόρων αἰτιῶν καὶ διὰ τὸ τυχὸν
ἐποχάς τε καὶ ἀνωμαλίας, ἀναγκαῖον ἂν εἴη προπαραδοθῆναι,
τίνα ἄν τις τρόπον εὑρίσκοι τὴν ὀφείλουσαν ἀνατέλλειν μοῖραν
τοῦ ζῳδιακοῦ κατὰ τὸν φυσικὸν καὶ ἀκόλουθον λόγον
προυποτεθείσης τῆς κατὰ τὴν διδομένην σύνεγγυς ὥραν διὰ τῆς
τῶν ἀναφορῶν πραγματείας εὑρισκομένης.
δεῖ δὴ λαμβάνειν τὴν τῆς ἐκτροπῆς προγινομένην ἔγγιστα
συζυγίαν, ἐάν τε σύνοδος ᾖ ἐάν τε πανσέληνος, καὶ τὴν μοῖραν
ἀκριβῶς διασκεψαμένους συνόδου μὲν οὔσης τὴν ἀμφοτέρων
τῶν φώτων, πανσελήνου δὲ τὴν τοῦ ὑπὲρ γῆν αὐτῶν ὄντος
κατὰ τὸν χρόνον τῆς ἐκτροπῆς, ἰδεῖν τοὺς πρὸς αὐτὴν
οἰκοδεσποτικὸν ἔχοντας λόγον τῶν ἀστέρων τοῦ τρόπου
καθόλου τοῦ κατὰ τὴν οἰκοδεσποτείαν ἐν πέντε τούτοις
θεωρουμένου, τριγώνῳ τε καὶ οἴκῳ καὶ ὑψώματι καὶ ὁρίῳ καὶ
φάσει ἢ συσχηματισμῷ, τουτέστιν ὅταν ἕν τι ἢ πλείονα τούτων
ἢ καὶ πάντα ὁ ζητούμενος ἔχῃ τόπος πρὸς τὸν μέλλοντα
οἰκοδεσποτήσειν. ἐὰν μὲν οὖν ἕνα πρὸς ταῦτα πάντα ἢ τὰ
πλεῖστα οἰκείως διακείμενον εὑρίσκωμεν, ἣν ἂν ἐπέχῃ μοῖραν
οὗτος ἀκριβῶς καθ' ὃ παροδεύει δωδεκατημόριον ἐν τῷ τῆς
ἐκτροπῆς χρόνῳ, τὴν ἰσάριθμον αὐτῇ κρινοῦμεν ἀνατέλλειν ἐν
τῷ διὰ τῆς τῶν ἀναφορῶν πραγματείας εὑρημένῳ ἐγγυτέρῳ
δωδεκατημορίῳ, ἐὰν δὲ δύο ἢ καὶ πλείους
συνοικοδεσποτοῦντας, οὗ ἂν αὐτῶν ἡ κατὰ τὴν ἐκτροπὴν
μοιρικὴ πάροδος ἐγγύτερον ἔχῃ τὸν ἀριθμὸν τῇ κατὰ τὰς
ἀναφορὰς ἀνατελλούσῃ, τούτου τῇ ποσότητι τῶν μοιρῶν
χρησόμεθα, εἰ δὲ δύο ἢ καὶ πλείους ἐγγὺς εἶεν τῷ ἀριθμῷ, τῷ
μᾶλλον ἔχοντι λόγον πρὸς τὰ κέντρα, ἢ καὶ τὴν αἵρεσιν
κατακολουθήσομεν.
ἐὰν μέντοι πλείων ᾖ ἡ ἀπόστασις τῶν τῆς οἰκοδεσποτείας
μοιρῶν πρὸς τὴν κατὰ τὸ ὁλοσχερὲς ὡροσκοπεῖον, ἤπερ πρὸς
τὴν κατὰ τὸ ὅμοιον μεσουράνημα τῷ αὐτῷ ἀριθμῷ πρὸς τὴν
μεσουρανοῦσαν μοῖραν καταχρησάμενοι διὰ ταύτης καὶ τὰ
λοιπὰ τῶν κέντρων διαστησόμεθα.
Διαίρεσις γενεθλιαλογίας.
Τούτων δὴ προεκτεθειμένων εἴ τις αὐτῆς τῆς τάξεως ἕνεκεν
διαιροίη τὸ καθόλου τῆς γενεθλιαλογικῆς θεωρίας, εὕροι ἂν
τῶν κατὰ φύσιν καὶ δυνατῶν καταλήψεων τὴν μὲν τῶν πρὸ τῆς
γενέσεως οὖσαν συμπτωμάτων μόνον ὡς τὴν τοῦ περὶ γονέων
λόγου, τὴν δὲ τῶν καὶ πρὸ τῆς γενέσεως καὶ μετὰ τὴν γένεσιν,
ὡς τὴν τοῦ περὶ ἀδελφῶν λόγου, τὴν δὲ τῶν κατ' αὐτὴν τὴν
γένεσιν οὐκέθ' οὕτως μίαν οὖσαν οὐδὲ ἁπλῆν, τελευταίαν δὲ
τὴν τῶν μετὰ τὴν γένεσιν πολυμερεστέραν καὶ ταύτην
θεωρουμένην. ἔστι δὲ τῶν μὲν κατ' αὐτὴν τὴν γένεσιν
ἐπιζητουμένων ὅ τε περὶ ἀρρενικῶν καὶ θηλυκῶν λόγος καὶ ὁ
περὶ διδυμογόνων ἢ πλειστογόνων καὶ ὁ περὶ τεράτων καὶ ὁ
περὶ ἀτρόφων, τῶν δὲ μετὰ τὴν γένεσιν ὅ τε περὶ χρόνων ζωῆς,
ἐπειδήπερ οὐ συνῆπται τῷ περὶ ἀτρόφων, ἔπειτα ὁ περὶ μορφῆς
σώματος καὶ ὁ περὶ παθῶν ἢ σινῶν σωματικῶν, ἑξῆς δὲ ὁ περὶ
ψυχῆς ποιότητος καὶ ὁ περὶ παθῶν ψυχικῶν, ἔπειθ' ὁ περὶ τύχης
κτητικῆς καὶ ὁ περὶ τύχης ἀξιωματικῆς μετὰ δὲ ταῦτα ὁ περὶ
πράξεως ποιότητος, εἶτα ὁ περὶ συμβιώσεως γαμικῆς καὶ ὁ περὶ
τεκνοποιίας καὶ ὁ περὶ συνεπιπλοκῶν καὶ συναρμογῶν καὶ
φίλων, ἑξῆς δ' ὁ περὶ ξενιτειῶν, τελευταῖος δὲ ὁ περὶ τῆς τοῦ
θανάτου ποιότητος, τῇ μὲν δυνάμει συνοικειούμενος τῷ περὶ
χρόνων ζωῆς, τῇ τάξει δ' εἰκότως ἐπὶ πᾶσι τούτοις τιθέμενος.
ὑπὲρ ὧν ἑκάστου κατὰ τὸ κεφαλαιῶδες ποιησόμεθα τὴν
ὑφήγησιν, αὐτὰς τὰς τῆς ἐπισκέψεως πραγματείας μετὰ ψιλῶν
τῶν ποιητικῶν δυνάμεων, ὡς ἔφαμεν, ἐκτιθέμενοι, καὶ τὰ μὲν
περιέργως ὑπὸ τῶν πολλῶν φλυαρούμενα καὶ μὴ πιθανὸν
ἔχοντα λόγον πρὸς τὰς ἀπὸ τῆς πρώτης φύσεως αἰτίας
παραπεμπόμενοι, τὰ δὲ ἐνδεχομένην ἔχοντα τὴν κατάληψιν οὐ
διὰ κλήρων καὶ ἀριθμῶν ἀναιτιολογήτων, ἀλλὰ δι' αὐτῆς τῆς
τῶν σχηματισμῶν πρὸς τοὺς οἰκείους τόπους θεωρίας
ἐπισκεπτόμενοι, καθόλου μέντοι καὶ ἐπὶ πάντων ἁπλῶς, ἵνα μὴ
καθ' ἕκαστον εἶδος ταυτολογῶμεν.
πρῶτον μὲν χρὴ σκοπεῖν τὸν οἰκειούμενον τόπον τοῦ ζῳδιακοῦ
τῷ ζητουμένῳ τῆς γενέσεως κατ' εἶδος κεφαλαίῳ, καθάπερ
λόγου ἕνεκεν, τῷ περὶ πράξεων τὸν τοῦ μεσουρανήματος ἢ τῷ
περὶ πατρὸς τὸν ἡλιακόν, ἔπειτα θεωρεῖν τοὺς λόγον ἔχοντας
πρὸς τὸν ὑποκείμενον τόπον τῶν ἀστέρων οἰκοδεσποτείας καθ'
οὓς ἐπάνω προείπομεν πέντε τρόπους, κἂν μὲν εἷς ᾖ ὁ κατὰ
πάντας κύριος τούτῳ διδόναι τὴν ἐκείνης τῆς προτελέσεως
οἰκοδεσποτείαν, ἐὰν δὲ δύο ἢ τρεῖς, τοῖς τὰς πλείους ἔχουσι
ψήφους, μετὰ δὲ ταῦτα πρὸς μὲν τὸ ποῖον τοῦ ἀποτελέσματος
σκοπεῖν τάς τε αὐτῶν τῶν οἰκοδεσποτησάντων ἀστέρων φύσεις
καὶ τὰς τῶν δωδεκατημορίων, ἐν οἷς εἰσιν αὐτοί τε καὶ οἱ
συνοικειούμενοι τόποι, πρὸς δὲ τὸ μέγεθος αὐτῶν σκοπεῖν καὶ
τὴν δύναμιν, πότερον ἐνεργῶς τυγχάνουσι διακείμενοι κατά τε
αὐτὸ τὸ κοσμικὸν καὶ τὸ κατὰ τὴν γένεσιν ἢ τὸ ἐναντίον⋅
δραστικώτατοι μὲν γάρ εἰσιν, ὅταν κοσμικῶς μὲν ἐν ἰδίοις ἢ ἐν
οἰκείοις ὦσι τόποις, καὶ πάλιν ὅταν ἀνατολικοὶ τυγχάνωσι καὶ
προσθετικοὶ τοῖς ἀριθμοῖς, κατὰ γένεσιν δέ, ὅταν ἐπὶ τῶν
κέντρων ἢ τῶν ἐπαναφορῶν παροδεύωσι, καὶ μάλιστα τῶν
πρώτων⋅ λέγω δὲ τῶν τε κατὰ τὰς ἀναφορὰς καὶ τὰς
μεσουρανήσεις⋅ ἀδρανέστατοι δέ, ὅταν κοσμικῶς μὲν ἐν
ἀλλοτρίοις ἢ ἀνοικείοις ὦσι τόποις, καὶ δυτικοὶ ἢ ἀναποδιστικοὶ
τοῖς δρόμοις ὦσι, κατὰ γένεσιν δέ, ὅταν ἀποκλίνωσι τῶν
κέντρων⋅ πρὸς δὲ τὸν καθόλου χρόνον τοῦ ἀποτελέσματος,
πότερον ἑῷοί εἰσιν ἢ ἑσπέριοι πρός τε τὸν ἥλιον καὶ τὸν
ὡροσκόπον, ἐπειδήπερ τὰ μὲν προηγούμενα ἑκατέρου αὐτῶν
τεταρτημόρια καὶ τὰ διάμετρα τούτοις ἑῷα γίνεται, τὰ δὲ λοιπὰ
καὶ ἑπόμενα ἑσπέρια, καὶ πότερον ἐπὶ τῶν κέντρων
τυγχάνουσιν ἢ τῶν ἐπαναφορῶν⋅ ἑῷοι μὲν γὰρ ὄντες ἢ
ἐπίκεντροι κατ' ἀρχὰς γίνονται δραστικώτεροι, ἑσπέριοι δὲ ἢ
ἐπὶ τῶν ἐπαναφορῶν βραδύτεροι.
Περὶ γονέων.
Ὁ μὲν οὖν προηγούμενος τύπος τῆς κατ' εἶδος ἐπισκέψεως, οὗ
διὰ παντὸς ἔχεσθαι προσήκει, τοῦτον ἔχει τὸν τρόπον⋅
ἀρξόμεθα δὲ ἤδη κατὰ τὴν ἐκκειμένην τάξιν ἀπὸ πρώτου τοῦ
περὶ γονέων λόγου. ὁ μὲν τοίνυν ἥλιος καὶ ὁ τοῦ Κρόνου ἀστὴρ
τῷ πατρικῷ προσώπῳ συνοικειοῦνται κατὰ φύσιν, ἡ δὲ σελήνη
καὶ ὁ τῆς Ἀφροδίτης τῷ μητρικῷ, καὶ ὅπως ἂν οὗτοι διακείμενοι
τυγχάνωσι πρός τε ἀλλήλους καὶ πρὸς τοὺς ἄλλους, τοιαῦτα δεῖ
καὶ τὰ περὶ τοὺς γονέας ὑπονοεῖν.
τὰ μὲν γὰρ περὶ τῆς τύχης καὶ κτήσεως αὐτῶν ἐπισκεπτέον ἐκ
τῆς δορυφορίας τῶν φώτων, ἐπειδήπερ περιεχόμενα μὲν ὑπὸ
τῶν ἀγαθοποιεῖν δυναμένων καὶ τῶν τῆς αὐτῆς αἱρέσεως ἤτοι
ἐν τοῖς αὐτοῖς ζῳδίοις ἢ καὶ ἐν τοῖς ἐφεξῆς ἐπιφανῆ καὶ λαμπρὰ
τὰ περὶ τοὺς γονέας διασημαίνει, καὶ μάλιστα ὅταν τὸν μὲν
ἥλιον ἑῷοι δορυφορῶσιν ἄστερες, τὴν δὲ σελήνην ἑσπέριοι,
καλῶς καὶ αὐτοὶ διακείμενοι, καθ' ὃν εἰρήκαμεν τρόπον⋅ ἐὰν δὲ
καὶ ὁ τοῦ Κρόνου καὶ ὁ τῆς Ἀφροδίτης καὶ αὐτοὶ τυγχάνωσιν
ἀνατολικοί τε καὶ ἰδιοπροσωποῦντες ἢ καὶ ἐπίκεντροι,
εὐδαιμονίαν πρόδηλον ὑπονοητέον κατὰ τὸ οἰκεῖον ἑκατέρου
τῶν γονέων.
τὸ δὲ ἐναντίον, ἐὰν κενοδρομοῦντα ᾖ τὰ φῶτα καὶ
ἀδορυφόρητα τυγχάνοντα, ταπεινότητος καὶ ἀδοξίας τοῖς
γονεῦσί ἐστι δηλωτικά, καὶ μάλιστα ὅταν ὁ τῆς Ἀφροδίτης ἢ καὶ
ὁ τοῦ Κρόνου κακῶς φαίνωνται διακείμενοι. ἐὰν δὲ
δορυφορῆται μέν, μὴ μέντοι ὑπὸ τῶν τῆς αὐτῆς αἱρέσεως, ὡς
ὅταν Ἄρης μὲν ἐπαναφέρηται τῷ ἡλίῳ, Κρόνος δὲ τῇ σελήνῃ
μήπως καλῶς κειμένων τῶν ἀγαθοποιῶν καὶ κατὰ τὴν αὐτὴν
αἵρεσιν, μετριότητα καὶ ἀνωμαλίαν περὶ τὸν βίον αὐτῶν
ὑπονοητέον. κἂν μὲν σύμφωνος ᾖ ὁ διασημανθησόμενος τῆς
τύχης κλῆρος ἐν τῇ γενέσει τοῖς τὸν ἥλιον ἢ τὴν σελήνην ἐπὶ
καλῷ δορυφορήσασι, παραλήψονται σῷα τὰ τῶν γονέων, ἐὰν
δὲ ἀσύμφωνος ᾖ ἢ ἐναντίος μηδενὸς ἢ τῶν κακοποιῶν
εἰληφότων τὴν δορυφορίαν, ἄχρηστος αὐτοῖς καὶ ἐπιβλαβὴς ἡ
τῶν γονέων ἔσται κτῆσις.
περὶ δὲ πολυχρονιότητος ἢ ὀλιγοχρονιότητος αὐτῶν σκεπτέον
ἀπὸ τῶν ἄλλων συσχηματισμῶν⋅ ἐπὶ μὲν γὰρ τοῦ πατρός, ἐὰν ὁ
τοῦ  ιὸς ἢ ὁ τῆς Ἀφροδίτης συσχηματισθῶσιν ὁπωσδήποτε τῷ
τε ἡλίῳ καὶ τῷ τοῦ Κρόνου, ἢ καὶ αὐτὸς ὁ τοῦ Κρόνου
σύμφωνον ἔχῃ σχηματισμὸν πρὸς τὸν ἥλιον ἤτοι συνὼν ἢ
ἑξαγωνίζων ἢ τριγωνίζων, ἐν δυνάμει μὲν ὄντων αὐτῶν
πολυχρονιότητα τοῦ πατρὸς καταστοχαστέον, ἀδυνατούντων δὲ
οὐχ ὁμοίως, οὐ μέντοι οὐδὲ ὀλιγοχρονιότητα.
ἐὰν δὲ τοῦτο μὲν μὴ ὑπάρχῃ, ὁ δὲ τοῦ Ἄρεως καθυπερτερήσῃ
τὸν ἥλιον ἢ τὸν τοῦ Κρόνου ἢ καὶ ἐπανενεχθῇ αὐτοῖς, ἢ καὶ
αὐτὸς πάλιν ὁ τοῦ Κρόνου μὴ σύμφωνος ᾖ πρὸς τὸν ἥλιον,
ἀλλ' ἤτοι τετράγωνος ἢ διάμετρος, ἀποκεκλικότες μὲν τῶν
κέντρων ἀσθενικοὺς μόνον τοὺς πατέρας ποιοῦσιν, ἐπίκεντροι
δὲ ἢ ἐπαναφερόμενοι τοῖς κέντροις ὀλιγοχρονίους ἢ ἐπισινεῖς,
ὀλιγοχρονίους μέν, ὅταν ἐν τοῖς πρώτοις ὦσι δυσὶ κέντροις τῷ
τε ἀνατέλλοντι καὶ τῷ μεσουρανοῦντι καὶ ταῖς τούτων
ἐπαναφοραῖς, ἐπισινεῖς δὲ ἢ ἐπινόσους, ὅταν ἐν τοῖς λοιποῖς
δυσὶ κέντροις ὦσι τῷ τε δύνοντι καὶ τῷ ὑπογείῳ ἢ ταῖς τούτων
ἐπαναφοραῖς.
ὁ μὲν γὰρ τοῦ Ἄρεως τὸν ἥλιον βλέψας, καθ' ὃν εἰρήκαμεν
τρόπον, αἰφνιδίως ἀναιρεῖ τὸν πατέρα ἢ σίνη περὶ τὰς ὄψεις
ποιεῖ, τὸν δὲ τοῦ Κρόνου βλέψας ἢ θανάτοις ἢ ῥιγοπυρέτοις ἢ
σίνεσι διὰ τομῶν καὶ καύσεων περικυλίει⋅ ὁ δὲ τοῦ Κρόνου καὶ
αὐτὸς κακῶς σχηματισθεὶς πρὸς τὸν ἥλιον καὶ τοὺς θανάτους
τοὺς πατρικοὺς ἐπινόσους κατασκευάζει καὶ πάθη τὰ διὰ τῆς
τῶν ὑγρῶν ὀχλήσεως.
ἐπὶ δὲ τῆς μητρός, ἐὰν μὲν ὁ τοῦ  ιὸς συσχηματισθῇ τῇ τε
σελήνῃ καὶ τῷ τῆς Ἀφροδίτης ὁπωσδήποτε, ἢ καὶ αὐτὸς ὁ τῆς
Ἀφροδίτης συμφώνως ἔχῃ πρὸς τὴν σελήνην ἑξάγωνος ὢν ἢ
τρίγωνος ἢ συνὼν αὐτῇ, ἐν δυνάμει ὄντες πολυχρόνιον
δεικνύουσι τὴν μητέρα⋅ ἐὰν δὲ ὁ τοῦ Ἄρεως βλέψῃ τὴν
σελήνην καὶ τὴν Ἀφροδίτην ἐπανενεχθεὶς ἢ τετραγωνίσας ἢ
διαμετρήσας ἢ ὁ τοῦ Κρόνου τὴν σελήνην μόνην ὡσαύτως,
ἀφαιρετικοὶ μὲν ὄντες ἢ ἀποκεκλικότες πάλιν ἀντιπτώμασι
μόνον ἢ ἀσθενείαις περικυλίουσι, προσθετικοὶ δὲ ἢ ἐπίκεντροι
ὀλιγοχρονίους ἢ ἐπισινεῖς ποιοῦσι τὰς μητέρας, ὀλιγοχρονίους
μὲν ὁμοίως ἐπὶ τῶν ἀπηλιωτικῶν ὄντες κέντρων ἢ
ἐπαναφορῶν, ἐπισινεῖς δὲ ἐπὶ τῶν δυτικῶν.
Ἄρης μὲν γὰρ βλέψας τὴν σελήνην τοῦτον τὸν τρόπον
ἀνατολικὴν μὲν οὖσαν τούς τε θανάτους τοὺς μητρικοὺς
αἰφνιδίους καὶ τὰ σίνη περὶ τὰς ὄψεις ποιεῖ, ἀποκρουστικὴν δὲ
τοὺς θανάτους ἀπὸ ἐκτρωσμῶν ἢ τῶν τοιούτων καὶ τὰ σίνη διὰ
τομῶν καὶ καύσεων, τὴν δὲ Ἀφροδίτην βλέψας τούς τε
θανάτους πυρεκτικοὺς ἀπεργάζεται καὶ πάθη τὰ δι' ἀποκρύφων
καὶ σκοτισμῶν καὶ προσδρόμων αἰφνιδίων⋅ ὁ δὲ τοῦ Κρόνου
τὴν σελήνην βλέψας θανάτους καὶ πάθη ποιεῖ, ἀνατολικῆς μὲν
οὔσης αὐτῆς διὰ ῥιγοπυρέτων, ἀποκρουστικῆς δὲ διὰ νόσων
ὑστερικῶν καὶ ἀναβρώσεων.
προσπαραληπτέον δὲ εἰς τὰ κατὰ μέρος εἴδη τῶν σινῶν ἢ
παθῶν ἢ καὶ θανάτων καὶ τὰς τῶν δωδεκατημορίων, ἐν οἷς εἰσιν
οἱ τὸ αἴτιον ἐμποιοῦντες τῆς ἰδιοτροπίας, ὑπὲρ ὧν εὐκαιρότερον
ἐν τοῖς περὶ αὐτῆς τῆς γενέσεως ἐπεξεργασόμεθα⋅ καὶ ἔτι
παρατηρητέον ἡμέρας μὲν μάλιστα τόν τε ἥλιον καὶ τὴν
Ἀφροδίτην, νυκτὸς δὲ τὸν τοῦ Κρόνου καὶ τὴν σελήνην. λοιπὸν
δὲ ἐπὶ τῶν κατ' εἶδος ἐξεργασιῶν ἁρμόζον καὶ ἀκόλουθον ἂν
εἴη τὸν τῆς αἱρέσεως πατρικὸν ἢ μητρικὸν τόπον ὥσπερ
ὡροσκόπον ὑποστησαμένους τὰ λοιπὰ ὡς ἐπὶ γενέσεως αὐτῶν
τῶν γονέων ἐπισκοπεῖν κατὰ τὰς ἐφεξῆς ὑποδειχθησομένας
τῶν ὁλοσχερεστέρων εἰδῶν πραγματικάς τε καὶ συμβατικὰς
ἐφόδους.
τοῦ μέντοι συγκρατικοῦ τρόπου καὶ ἐνταῦθα καὶ ἐπὶ πάντων
μεμνῆσθαι προσήκει καταστοχαζομένους, ἐὰν μὴ μονοειδεῖς
ἀλλὰ διάφοροι ἢ τῶν ἐναντίων ποιητικοὶ τυγχάνωσιν οἱ τὰς
κυρίας τῶν ἐπιζητουμένων τόπων εἰληφότες ἀστέρες, τίνες ἐκ
τῶν περὶ ἕκαστον συμβεβηκότων πρὸς δύναμιν
πλεονεκτημάτων πλείους ἔχοντες εὑρίσκονται ψήφους πρὸς τὴν
ἐπικράτησιν τῶν ἀποτελεσθησομένων, ἵνα ἢ ταῖς τούτων
φύσεσιν ἀκόλουθον ποιώμεθα τὴν ἐπίσκεψιν ἢ τῶν ψήφων
ἰσορρόπων οὐσῶν, ὅταν μὲν ἅμα ὦσιν οἱ ἐπικρατοῦντες, τὸ ἐκ
τῆς κράσεως τῶν διαφόρων φύσεων συναγόμενον εὐστόχως
ἐπιλογιζώμεθα, ὅταν δὲ διεστηκότες, ἀνὰ μέρος ἕκαστος, κατὰ
τοὺς ἰδίους καιροὺς τὰ οἰκεῖα τῶν συμπτωμάτων ἀπομερίζωμεν,
προτέροις μὲν τοῖς ἑῴοις μᾶλλον, ὑστέροις δὲ τοῖς ἑσπερίοις.
ἀπ' ἀρχῆς μὲν γὰρ ἀνάγκη συνοικειωθῆναι τῷ ζητουμένῳ τόπῳ
τὸν μέλλοντά τι περὶ αὐτὸν ἀπεργάζεσθαι τῶν ἀστέρων, καὶ
τούτου μὴ συμβεβηκότος, οὐδὲν οἷόν τε καθόλου διαθεῖναι τὸν
μηδ' ὅλως τῆς ἀρχῆς κοινωνήσαντα τοῦ μέντοι χρόνου τῆς
κατὰ τὸ ἀποτελούμενον ἐκβάσεως οὐκέτι τὸ τῆς πρώτης
δεσποτείας αἴτιον, ἀλλ' ἡ τοῦ κυριεύσαντός πως πρός τε τὸν
ἥλιον καὶ τὰς τοῦ κόσμου γωνίας διάστασις.
Περὶ ἀδελφῶν.
Ὁ μὲν οὖν περὶ γονέων τόπος σχεδὸν καὶ ἀπὸ τούτων ἂν ἡμῖν
γένοιτο καταφανής, ὁ δὲ περὶ ἀδελφῶν εἴ τις καὶ ἐνταῦθα τὸ
καθόλου μόνον ἐξετάζοιτο καὶ μὴ πέρα τοῦ δυνατοῦ τόν τε
ἀριθμὸν ἀκριβῶς καὶ κατὰ μέρος ἐπιζητοίη, λαμβάνοιτο ἂν
φυσικώτερον ὅ τε περὶ ὁμομητρίων μόνον ἀπὸ τοῦ
μεσουρανοῦντος δωδεκατημορίου τοῦ μητρικοῦ τόπου,
τουτέστι τοῦ περιέχοντος ἡμέρας μὲν τὸν τῆς Ἀφροδίτης,
νυκτὸς δὲ τὴν σελήνην, ἐπειδήπερ τοῦτο τὸ ζῴδιον καὶ τὸ
ἐπαναφερόμενον αὐτῷ γίνεται τῆς μητρὸς ὁ περὶ τέκνων τόπος
ὁ αὐτὸς ὀφείλων εἶναι τῷ τοῦ γινομένου περὶ ἀδελφῶν.
Ἐὰν μὲν οὖν ἀγαθοποιοὶ τῷ τόπῳ συσχηματίζωνται, δαψίλειαν
ἀδελφῶν ἐροῦμεν πρός τε τὸ πλῆθος αὐτῶν τῶν ἀστέρων τὸν
στοχασμὸν ποιούμενοι, καὶ πότερον ἐν μονοειδέσι ζῳδίοις
τυγχάνουσι ἢ ἐν δισώμοις. ἐὰν δὲ οἱ κακοποιοὶ καθυπερτερῶσιν
αὐτὸν ἢ καὶ ἐναντιωθῶσι κατὰ διάμετρον, σπαναδελφίας εἰσι
δηλωτικοί, μάλιστα δὲ κἂν τὸν ἥλιον συμπαραλαμβάνωσι. εἰ δὲ
καὶ ἐπὶ τῶν κέντρων ἡ ἐναντίωσις γένοιτο, καὶ μάλιστα τοῦ
ὡροσκοποῦντος, ἐπὶ μὲν Κρόνου καὶ πρωτότοκοι ἢ
πρωτότροφοι γίγνονται, ἐπὶ δὲ Ἄρεως θανάτῳ τῶν λοιπῶν
σπαναδελφοῦσιν.
ἔτι μέντοι τῶν διδόντων ἀστέρων, ἐὰν μὲν καλῶς κατὰ τὸ
κοσμικὸν τυγχάνωσι διακείμενοι, εὐσχήμονας καὶ ἐνδόξους
ἡγητέον τοὺς διδομένους ἀδελφούς, ἐὰν δὲ ἐναντίως ταπεινοὺς
καὶ ἀνεπιφάντους, ἐὰν δὲ καθυπερτερήσωσι τοὺς διδόντας ἢ
ἐπανενεχθῶσιν αὐτοῖς οἱ κακοποιοὶ καὶ ὀλιγοχρονίους⋅ δώσουσι
δὲ τοὺς μὲν ἄρρενας οἱ κοσμικῶς ἠρρενωμένοι, τὰς δὲ θηλείας
οἱ τεθηλυσμένοι, καὶ πάλιν τοὺς μὲν πρώτους οἱ
ἀπηλιωτικώτεροι τοὺς δὲ ὑστέρους οἱ λιβικώτεροι. πρὸς δὲ
τούτοις ἐὰν οἱ διδόντες τοὺς ἀδελφοὺς συμφώνως
ἐσχηματισμένοι τυγχάνωσι τῷ κυριεύοντι τοῦ περὶ τῶν
ἀδελφῶν δωδεκατημορίου, προσφιλεῖς ποιήσουσι τοὺς
διδομένους ἀδελφούς, ἐὰν δὲ καὶ τῷ κλήρῳ τῆς τύχης, καὶ
κοινωνοὺς βίου, ἐὰν δὲ ἐν τοῖς ἀσυνδέτοις τύχωσιν ἢ κατὰ τὴν
ἐναντίαν στάσιν, φιλέχθρους καὶ φθονεροὺς καὶ ὡς ἐπίπαν
ἐπιβουλευτικούς.
λοιπὸν δὲ καὶ τὰ καθ' ἕκαστον αὐτῶν εἴ τις ἐπιπολυπραγμονοίη,
συνεικάζοιτο ἂν καὶ ἐνταῦθα πάλιν τοῦ διδόντος ἀστέρος
ὑποτιθεμένου κατὰ τὸν ὡροσκοπικὸν λόγον καὶ τῶν λοιπῶν ὡς
ἐπὶ γενέσεως συνθεωρουμένων.
Περὶ ἀρρενικῶν καὶ θηλυκῶν.
`Υπ' ὄψιν ἤδη καὶ τοῦ περὶ ἀδελφῶν λόγου κατὰ τὸν
ἁρμόζοντα καὶ φυσικὸν λόγον ἡμῖν γεγονότος ἑξῆς ἂν εἴη τῶν
κατ' αὐτὴν τὴν γένεσιν ἄρξασθαι καὶ πρῶτον ἐπιδραμεῖν τὸν
περὶ ἀρρενικῶν τε καὶ θηλυκῶν ἐπιλογισμόν. θεωρεῖται δ' οὗτος
οὐ μονοειδῶς οὐδ' ἀφ' ἑνός τινος, ἀλλ' ἀπό τε τῶν φώτων
ἀμφοτέρων καὶ τοῦ ὡροσκόπου, τῶν τε λόγον ἐχόντων πρὸς
αὐτοὺς ἀστέρων, μάλιστα μὲν κατὰ τὴν τῆς σπορᾶς διάθεσιν,
ὁλοσχερέστερον δὲ καὶ κατὰ τὴν τῆς ἐκτροπῆς. τὸ δ' ὅλον
παρατηρητέον, πότερον οἱ προειρημένοι τρεῖς τόποι καὶ οἱ
τούτων οἰκοδεσποτοῦντες ἀστέρες ἅπαντες ἢ οἱ πλεῖστοι
τυγχάνουσιν ἠρρενωμένοι πρὸς ἀρρενογονίαν ἢ τεθηλυσμένοι
πρὸς θηλυγονίαν καὶ οὕτως ἀποφαντέον.
διακριτέον μέντοι τοὺς ἠρρενωμένους καὶ τεθηλυσμένους, καθ'
ὃν ὑπεθέμεθα τρόπον ἐν ταῖς πινακικαῖς ἐκθέσεσιν ἐν ἀρχῇ τῆς
συντάξεως, ἀπό τε τῆς τῶν δωδεκατημορίων, ἐν οἷς εἰσι,
φύσεως, καὶ ἀπὸ τῆς αὐτῶν τῶν ἀστέρων καὶ ἔτι ἀπὸ τῆς πρὸς
τὸν κόσμον σχέσεως, ἐπειδήπερ ἀπηλιωτικοὶ μὲν ὄντες
ἀρρενοῦνται, λιβικοὶ δὲ θηλύνονται, πρὸς δὲ τούτοις ἀπὸ τῆς
πρὸς τὸν ἥλιον, ἑῷοι μὲν γὰρ πάλιν ὄντες ἀρρενοῦνται,
θηλύνονται δὲ ἑσπέριοι⋅ δι' ὧν πάντων τὴν κατὰ τὸ πλεῖστον
ἐπικράτησιν τοῦ γένους προσήκει καταστοχάζεσθαι.
Περὶ διδυμογόνων.
Καὶ περὶ τῶν γεννωμένων δὲ ὁμοίως ἀνὰ δύο ἢ καὶ πλειόνων
τοὺς αὐτοὺς τόπους παρατηρεῖν προσήκει τουτέστι τάδε δύο
φῶτα καὶ τὸν ὡροσκόπον. παρακολουθεῖν δὲ εἴωθε τοῦτο τὸ
σύμπτωμα παρὰ τὰς κράσεις, ὅταν οἱ δύο ἢ καὶ οἱ τρεῖς τόποι
δίσωμα περιέχωσι ζῴδια, καὶ μάλιστα, ὅταν καὶ οἱ
οἰκοδεσποτίζοντες αὐτῶν ἀστέρες τὸ αὐτὸ πάθωσιν, ἤ τινες μὲν
ἐν δισώμοις, τινὲς δὲ ἀνὰ δύο κείμενοι τυγχάνωσιν ἢ πλείους.
ἐπὰν δὲ καὶ ἐν δισώμοις ὦσιν οἱ κύριοι τόποι καὶ κατὰ τὸ αὐτὸ
πλείονες τῶν ἀστέρων συνεσχηματισμένοι, τότε καὶ πλείονα
τῶν δύο κυΐσκεσθαι συμπίπτει, τοῦ μὲν πλήθους ἀπὸ τοῦ τὸ
ἰδίωμα ποιοῦντος ἀστέρος τοῦ ἀριθμοῦ συνεικαζομένου τοῦ δὲ
γένους ἀπὸ τοῦ τῶν συνεσχηματισμένων ἀστέρων τῷ τε ἡλίῳ
καὶ τῇ σελήνῃ καὶ τῷ ὡροσκόπῳ προσώπου πρὸς ἀρρενογονίαν
ἢ θηλυγονίαν κατὰ τοὺς ἐν τοῖς ἔμπροσθεν εἰρημένους τρόπους.
ὅταν δὲ ἡ τοιαύτη διάθεσις μὴ συμπεριλαμβάνῃ τοῖς φωσὶ τὸ
τοῦ ὡροσκόπου κέντρον ἀλλὰ τὸ τοῦ μεσουρανήματος, αἱ
τοιαῦται τῶν μητέρων δίδυμα ὡς ἐπίπαν ἢ καὶ πλείονα
κυΐσκουσιν⋅ ἰδίως δὲ τρεῖς μὲν ἄρρενας πληροφοροῦσιν ὑπὸ τὴν
τῶν Ἀνακτόρων γένεσιν ἅμα τοῖς προκειμένοις τόποις ἐν
δισώμοις συσχηματισθέντες Κρόνος Ζεὺς Ἄρης, τρεῖς δὲ
θηλείας ὑπὸ τὴν τῶν Χαρίτων Ἀφροδίτη σελήνη μεθ' Ἑρμοῦ
τεθηλυσμένου, δύο δὲ ἄρρενας καὶ μίαν θήλειαν ὑπὸ τὴν τῶν
 ιοσκούρων Κρόνος Ζεὺς Ἀφροδίτη, δύο δὲ θηλείας καὶ
ἄρρενα ἕνα ὑπὸ τὴν  ήμητρος καὶ Κόρης Ἀφροδίτη, σελήνη,
Ἄρης, ἐφ' ὧν ὡς ἐπὶ τὸ πολὺ συμβαίνειν εἴωθε τό τε μὴ
τελεσφορεῖσθαι τὰ γινόμενα καὶ τὸ μετὰ παρασήμων τινῶν
σωματικῶν ἀποκυΐσκεσθαι καὶ ἔτι τὸ γίγνεσθαί τινα τοῖς τόποις
ἐξαίρετα καὶ ἀπροσδόκητα διὰ τὴς τῶν τοιούτων συμπτωμάτων
ὥσπερ ἐπιφανείας.
Περὶ τεράτων.
οὐκ ἀλλότριος δὲ τῆς προκειμένης σκέψεως οὐδ' ὁ περὶ τῶν
τεράτων λόγος. πρῶτον μὲν γὰρ ἐπὶ τῶν τοιούτων τὰ μὲν φῶτα
ἀποκεκλικότα ἢ ἀσύνδετα τῷ ὡροσκόπῳ κατὰ τὸ πλεῖστον
εὑρίσκεται, τὰ δὲ κέντρα διειλημμένα ὑπὸ τῶν κακοποιῶν.
ὅταν οὖν τοιαύτη τις ὑπ' ὄψιν πέσῃ διάθεσις, ἐπειδὴ γίνεται
πολλάκις καὶ περὶ τὰς ταπεινὰς καὶ κακοδαίμονας γενέσεις, κἂν
μὴ τερατώδεις ὦσιν, εὐθὺς ἐπισκοπεῖν προσήκει τὴν
προγενομένην συζυγίαν συνοδικὴν ἢ πανσεληνιακὴν καὶ τὸν
οἰκοδεσποτήσαντα ταύτης τε καὶ τῶν τῆς ἐκτροπῆς φώτων.
ἐὰν γὰρ οἱ τῆς ἐκτροπῆς αὐτῶν τόποι καὶ ὁ τῆς σελήνης καὶ ὁ
τοῦ ὡροσκόπου πάντες ἢ οἱ πλείονες ἀσύνδετοι τυγχάνωσιν
ὄντες τῷ τῆς προγενομένης συζυγίας τόπῳ, τὸ γεννώμενον
αἰνιγματῶδες ὑπονοητέον. ἐὰν μὲν οὖν τούτων οὕτως ἐχόντων
τά τε φῶτα ἐν τετράποσιν ἢ θηριώδεσιν εὑρίσκηται ζῳδίοις καὶ
οἱ δύο κεκεντρωμένοι τῶν κακοποιῶν, οὐδὲ ἐξ ἀνθρώπων
ἔσται τὸ γεννώμενον, μηδενὸς μὲν μαρτυροῦντος τοῖς φωσὶν
τῶν ἀγαθαποιῶν τέλεον ἀνήμερον καὶ τῶν ἀγρίαν καὶ
κακωτικὴν ἐχόντων φύσιν, μαρτυρούντων δὲ  ιὸς ἢ Ἀφροδίτης
τῶν ἐκθειαζομένων, οἷον κυνῶν ἢ αἰλούρων ἢ πιθήκων ἢ τῶν
τοιούτων, Ἑρμοῦ δὲ τῶν εἰς χρείαν ἀνθρωπίνην, οἷον ὀρνίθων ἢ
συῶν ἢ βοῶν ἢ αἰγῶν καὶ τῶν τοιούτων.
ἐὰν δὲ ἐν ἀνθρωποειδέσι τὰ φῶτα καταλαμβάνηται τῶν⋅ ἄλλων
ὡσαύτως ἐχόντων, ὑπ' ἀνθρώπων μὲν ἢ παρ' ἀνθρώποις ἔσται
τὰ γεγενημένα, τέρατα δὲ καὶ αἰνιγματώδη, τῆς κατὰ τὸ ποῖον
ἰδιότητος καὶ ἐνταῦθα συνορωμένης ἐκ τῆς τῶν ζῳδίων
μορφώσεως, ἐν οἷς οἱ διειληφότες τὰ φῶτα ἢ τὰ κέντρα
κακοποιοὶ τυγχάνουσι. ἐὰν μὲν οὖν καὶ ἐνταῦθα μηδὲ εἷς τῶν
ἀγαθοποιῶν ἀστέρων προσμαρτυρῇ μηδενὶ τῶν προειρημένων
τόπων, ἄλογα καὶ ὡς ἀληθῶς αἰνιγματώδη γίνεται τέλεον⋅ ἐὰν
δὲ ὁ τοῦ  ιὸς ἢ τῆς Ἀφροδίτης μαρτυρήσῃ, τιμώμενον καὶ
εὔσχημον ἔσται τὸ τοῦ τέρατος ἴδιον, ὁποῖον περὶ τοὺς
ἑρμαφροδίτους ἢ τοὺς καλουμένους ἁρποκρατικοὺς καὶ τοὺς
τοιούτους εἴωθε συμβαίνειν, εἰ δὲ καὶ ὁ τοῦ Ἑρμοῦ μαρτυρήσῃ,
μετὰ τούτων μὲν καὶ ἀποφθεγγομένους καὶ διὰ τῶν τοιούτων
ποριστικούς, μόνος δὲ ὁ τοῦ Ἑρμοῦ νωδοὺς καὶ κωφούς,
εὐφυεῖς μέντοι καὶ πανούργους ἄλλως ἀπεργάζεται.
Περὶ ἀτρόφων.
Λοιποῦ δὲ ὄντος εἰς τὰ κατ' αὐτὴν τὴν γένεσιν τοῦ περὶ
ἀτρόφων λόγου προσήκει διαλαβεῖν, ὅτι πῇ μὲν ὁ τρόπος οὗτος
ἔχεται τοῦ περὶ χρόνων ζωῆς λόγου, ἐπειδὴ τὸ ζητούμενον
εἶδος οὐκ ἀλλότριον ἑκατέρου, πῇ δὲ κεχώρισται παρὰ τὸ κατ'
αὐτὴν τὴν τῆς ἐπισκέψεως δύναμιν διαφέρειν πως. ὁ μὲν γὰρ
περὶ χρόνων ζωῆς ἐπὶ τῶν ὅλως ἐχόντων χρόνους αἰσθητοὺς
θεωρεῖται, τουτέστι μὴ ἐλάττονας ἡλιακῆς περιόδου μιᾶς⋅
χρόνος γὰρ ἰδίως ὁ τοιοῦτος ἐνιαυτὸς καταλαμβάνεται, δυνάμει
δὲ καὶ ὁ ἐλάττων τούτου, μῆνές εἰσι καὶ ἡμέραι καὶ ὧραι⋅ ὁ δὲ
περὶ τῶν ἀτρόφων ἐπὶ τῶν μηδ' ὅλως φθανόντων ἐπὶ τὸν
προκείμενον χρόνον ἀλλ' ἐν τοῖς ἐλάττοσιν ἀριθμοῖς δι'
ὑπερβολὴν τῆς κακώσεως φθειρομένων. ἔνθεν κἀκεῖνος μὲν
πολυμερεστέραν ἔχει τὴν ἐπίσκεψιν, οὗτος δὲ ὁλοσχερεστέραν.
ἁπλῶς γάρ, ἐάν τε κεκεντρωμένον ᾖ τὸ ἕτερον τῶν φώτων, καὶ
τῶν κακοποιῶν ὁ ἕτερος συνῇ ἢ διαμηκίζῃ, ταῦτα δὲ μοιρικῶς
καὶ κατ' ἰσοσκελίαν μηδενὸς μὲν ἀγαθοποιοῦ
συσχηματιζομένου, τοῦ δὲ οἰκοδεσπότου τῶν φώτων ἐν τοῖς
τῶν κακοποιῶν τόποις κατειλημμένου, τὸ γεννώμενον οὐ
τραφήσεται, παρ' αὐτὰ δὲ ἕξει τὸ τέλος τῆς ζωῆς⋅ ἐὰν δὲ μὴ
κατ' ἰσοσκελίαν μὲν τοῦτο συμβαίνῃ, ἀλλ' ἐγγὺς
ἐπαναφέρωνται τοῖς τῶν φώτων τόποις αἱ τῶν κακοποιῶν
βολαί, δύο δὲ ὦσιν οἱ κακοποιοὶ καὶ ἤτοι τὸ ἕτερον τῶν φώτων
ἢ καὶ ἀμφότερα βλάπτοντες ἢ κατὰ ἐπαναφορὰν ἢ κατὰ
διάμετρον ἢ ἐν μέρει τὸ ἕτερον ὁ ἕτερος, ἢ ὁ μὲν ἕτερος
διαμετρῶν ὁ δὲ ἕτερος ἐπαναφερόμενος, καὶ οὕτως ἄχρονα
γίνεται τοῦ πλήθους τῶν κακώσεων ἀφανίζοντος τὸ ἐκ τοῦ
διαστήματος τῆς ἐπαναφορᾶς εἰς ἐπιμονὴν τῆς ζωῆς
φιλάνθρωπον.
βλάπτει δὲ ἐξαιρέτως κατὰ μὲν τὰς ἐπαναφορὰς ἥλιον μὲν ὁ
τοῦ Ἄρεως, σελήνην δὲ ὁ τοῦ Κρόνου, κατὰ δὲ τὰς
διαμετρήσεις ἢ καθυπερτερήσεις ἀνάπαλιν ἥλιον μὲν ὁ τοῦ
Κρόνου, σελήνην δὲ ὁ τοῦ Ἄρεως, καὶ μάλιστα, ἐὰν κατάσχωσι
τοπικῶς ἤτοι τὰ φῶτα ἢ τὸν ὡροσκόπον οἰκοδεσποτήσαντες.
ἐὰν δὲ δύο τυγχάνωσι διαμετρήσεις ἐπικέντρων ὄντων τῶν
φώτων καὶ τῶν κακοποιῶν κατ' ἰσοσκελίαν, τότε καὶ νεκρὰ ἢ
ἡμιθανῆ τίκτεται τὰ βρέφη.
τούτων δὲ οὕτως ἐχόντων, ἐὰν μὲν ἀπόρροιαν ἀπό τινος τῶν
ἀγαθοποιῶν ἔχοντα τὰ φῶτα τυγχάνῃ ἢ καὶ ἄλλως αὐτοῖς ᾖ
συνεσχηματισμένα τοῖς προηγουμένοις ἑαυτῶν μέρεσι μέντοι
γε τὰς ἀκτῖνας αὐτῶν ἐπιφερόντων, ἐπιζήσεται τὸ τεχθὲν ἄχρι
τοῦ τῶν μεταξὺ τῆς τε ἀφέσεως καὶ τοῦ τῶν ἐγγυτέρων τῶν
κακοποιῶν ἀκτίνων ἀριθμοῦ τῶν μοιρῶν τοὺς ἴσους μῆνας ἢ
ἡμέρας ἢ καὶ ὥρας πρὸς τὸ μέγεθος τῆς κακώσεως καὶ τὴν
δύναμιν τῶν τὸ αἴτιον ποιούντων.
ἐὰν δὲ αἱ μὲν τῶν κακοποιῶν ἀκτῖνες εἰς τὰ προηγούμενα
φέρωνται τῶν φώτων, αἱ δὲ τῶν ἀγαθοποιῶν εἰς τὰ ἑπόμενα, τὸ
γεννώμενον ἐκτεθὲν ἀναληφθήσεται καὶ ζήσεται, καὶ πάλιν, ἐὰν
μὲν οἱ συσχηματισθέντες ἀγαθοποιοὶ καθυπερτερηθῶσιν ὑπὸ
τῶν κακοποιῶν, εἰς κάκωσιν καὶ ὑποταγήν, ἐὰν δὲ καὶ
καθυπετερήσωσιν, εἰς ὑποβολὴν ἄλλων γονέων. εἰ δὲ καὶ τῶν
ἀγαθοποιῶν τις ἀνατολὴν ἢ συναφὴν ποιοῖτο τῇ σελήνῃ, τῶν
δὲ κακοποιῶν ὑπὸ δύσιν τις εἴη, ὑπ' αὐτῶν τῶν γονέων
ἀναληφθήσεται. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν
πλειστογονούντων, ἐὰν μὲν ὑπὸ δύσιν τις ᾖ τῶν κατὰ δύο ἢ καὶ
πλείους συνεσχηματισμένων ἀστέρων, ἡμιθανές τε ἢ σάρκωμα
καὶ ἀτελὲς τὸ γεννώμενον ἀποτεχθήσεται, ἐὰν δὲ ὑπὸ
κακοποιῶν καθυπερτερῆται, ἄτροφον ἢ ἄχρονον ἔσται τὸ ὑπὸ
τῆς κατ' αὐτὸν αἰτίας συγγεγενημένον.
Περὶ χρόνων ζωῆς.
Τῶν δὲ μετὰ τὴν γένεσιν συμπτωμάτων ἡγεῖται μὲν ὁ περὶ
χρόνων ζωῆς λόγος, ἐπειδήπερ κατὰ τὸν ἀρχαῖον γελοῖόν ἐστι
τὰ καθ' ἕκαστα τῶν ἀποτελουμένων ἐφαρμόζειν τῷ μηδ' ὅλως
ἐκ τῆς τῶν βιωσίμων ἐτῶν ὑποστάσεως ἐπὶ τοὺς
ἀποτελεστικοὺς αὐτῶν χρόνους ἥξοντι.
θεωρεῖται δὲ οὗτος οὐχ ἁπλῶς οὐδ' ἀπολελυμένως, ἀλλ' ἀπὸ
τῆς τῶν κυριωτάτων τόπων ἐπικρατήσεως πολυμερῶς
λαμβανόμενος. ἔστι δ' ὁ μάλιστά τε συμφωνῶν ἡμῖν καὶ ἄλλως
ἐχόμενος φύσεως τρόπος τοιοῦτος. ἤρτηται μὲν γὰρ τὸ πᾶν ἔκ
τε τῆς τῶν ἀφετικῶν τόπων διαλήψεως καὶ ἐκ τῆς αὐτῶν τῶν
τῆς ἀφέσεως ἐπικρατούντων καὶ ἔτι ἐκ τῆς τῶν ἀναιρετικῶν
τόπων ἢ ἀστέρων. διακρίνεται δὲ τούτων ἕκαστον οὕτως.
τόπους μὲν πρῶτον ἡγητέον ἀφετικοὺς ἐν οἷς εἶναι δεῖ πάντως
τὸν μέλλοντα τὴν κυρείαν τῆς ἀφέσεως λαμβάνειν τό τε περὶ
τὸν ὡροσκόπον δωδεκατημόριον, ἀπὸ πέντε μοιρῶν τῶν
προαναφερομένων αὐτοῦ τοῦ ὁρίζοντος μέχρι τῶν λοιπῶν καὶ
ἐπαναφερομένων μοιρῶν εἴκοσι πέντε καὶ τὰς ταύταις ταῖς λ
μοίραις δεξιὰς ἑξαγώνους τὰς τοῦ ἀγαθοῦ δαίμονος καὶ
τετραγώνους τοῦ ὑπὲρ γῆν μεσουρανήματος καὶ τριγώνους τοῦ
καλουμένου θεοῦ καὶ διαμέτρους τοῦ δύνοντος, προκρινομένων
καὶ ἐν τούτοις εἰς δύναμιν ἐπικρατήσεως πρῶτον μὲν τῶν κατὰ
τὸ ὑπὲρ γῆν μεσουράνημα, εἶτα τῶν κατὰ τὴν ἀνατολήν, εἶτα
τῶν κατὰ τὴν ἐπαναφορὰν τοῦ μεσουρανήματος, εἶτα τῶν κατὰ
τὸ δῦνον, εἶτα τῶν κατὰ τὸ προηγούμενον τοῦ
μεσουρανήματος.
τό τε γὰρ ὑπὸ γῆν πᾶν εἰκότως ἀθετητέον πρὸς τὴν τηλικαύτην
κυρείαν πλὴν μόνων τῶν παρ' αὐτὴν τὴν ἐπαναφορὰν εἰς φῶς
ἐρχομένων, τοῦ τε ὑπὲρ γῆν οὔτε τὸ ἀσύνδετον τῷ
ἀνατέλλοντι δωδεκατημόριον ἁρμόζει παραλαμβάνειν, οὔτε τὸ
προανατεῖλαν, ὃ καλεῖται τοῦ κακοῦ δαίμονος, ἐπειδήπερ κακοῖ
τὴν ἐπὶ τὴν γῆν ἀπόρροιαν τῶν ἐν αὐτῷ ἀστέρων μετὰ τοῦ καὶ
ἀποκεκλικέναι, θολοῖ καὶ ὥσπερ ἀφανίζει τὸ ἀναθυμιώμενον ἐκ
τῶν τῆς γῆς ὑγρῶν παχὺ καὶ ἀχλυῶδες, παρ' ὃ καὶ τοῖς χρώμασι
καὶ τοῖς μεγέθεσιν οὐ κατὰ φύσιν ἔχοντες φαίνονται.
μετὰ δὲ ταῦτα πάλιν ἀφέτας παραληπτέον τούς τε κυριωτάτους
τέσσαρας τόπους, ἥλιον, σελήνην, ὡροσκόπον, κλῆρον τύχης,
καὶ τοὺς τούτων οἰκοδεσποτήσαντας, κλῆρον μέντοι τύχης τὸν
συναγόμενον ἀπὸ τοῦ ἀριθμοῦ πάντοτε καὶ νυκτὸς καὶ ἡμέρας
τοῦ ἀπὸ ἡλίου ἐπὶ σελήνην καὶ τὰ ἴσα φέροντος ἀπὸ τοῦ
ὡροσκόπου κατὰ τὰ ἑπόμενα τῶν ζῳδίων, ἵνα ὃν ἔχει λόγον καὶ
σχηματισμὸν ὁ ἥλιος πρὸς τὸν ὡροσκόπον, τοῦτον ἔχῃ καὶ ἡ
σελήνη πρὸς τὸν κλῆρον τῆς τύχης καὶ ᾖ ὥσπερ σεληνιακὸς
ὡροσκόπος. ἴσως δὲ αὐτὸ τοῦτο θέλει τε καὶ δύναται παρὰ τῷ
συγγραφεῖ τὸ τοῖς νυκτὸς γεννωμένοις ἀπὸ σελήνης ἐπὶ ἥλιον
ἀριθμεῖν καὶ ἀνάπαλιν ἀπὸ τοῦ ὡροσκόπου, τουτέστιν εἰς τὰ
προηγούμενα, διεκβάλλειν⋅ καὶ οὕτως γὰρ κἀκεῖνος ὁ αὐτὸς
τόπος τοῦ κλήρου καὶ ὁ αὐτὸς τοῦ συσχηματισμοῦ λόγος
ἐκβήσεται.
προκριτέον δὲ καὶ ἐκ τούτων ἡμέρας μὲν πρῶτον τὸν ἥλιον,
ἐάνπερ ᾖ ἐν τοῖς ἀφετικοῖς τόποις, εἰ δὲ μή, τὴν σελήνην, εἰ δὲ
μή, τὸν πλείους ἔχοντα λόγους οἰκοδεσποτείας πρός τε τὸν
ἥλιον καὶ τὴν προγενομένην σύνοδον καὶ πρὸς τὸν ὡροσκόπον,
τουτέστιν ὅταν τῶν οἰκοδεσποτικῶν τρόπων ε ὄντων τρεῖς ἔχῃ
πρὸς ἕνα ἢ καὶ πλείους τῶν εἰρημένων, εἰ δὲ μή, τελευταῖον τὸν
ὡροσκόπον, νυκτὸς δὲ πρῶτον τὴν σελήνην, εἶτα τὸν ἥλιον,
εἶτα τὸν πλείους ἔχοντα λόγους οἰκοδεσποτείας πρός τε τὴν
σελήνην καὶ πρὸς τὴν γενομένην πανσέληνον καὶ τὸν κλῆρον
τῆς τύχης, εἰ δὲ μή, τελευταῖον συνοδικῆς μὲν οὔσης τῆς
προγενομένης συζυγίας τὸν ὡροσκόπον, πανσεληνιακῆς δὲ τὸν
κλῆρον τῆς τύχης. εἰ δὲ καὶ ἀμφότερα τὰ φῶτα ἢ καὶ ὁ τῆς
οἰκείας αἱρέσεως οἰκοδεσπότης ἐν τοῖς ἀφετικοῖς εἶεν τόποις,
τὸν ἐν τῷ κυριωτέρῳ τόπῳ τῶν φώτων παραληπτέον, τότε δὲ
μόνον τὸν οἰκοδεσπότην ἀμφοτέρων προκριτέον, ὅταν καὶ
κυριώτερον ἐπέχῃ τόπον καὶ πρὸς ἀμφοτέρας τὰς αἱρέσεις
οἰκοδεσποτείας λόγον ἔχῃ.
τοῦ δὲ ἀφέτου διακριθέντος ἔτι καὶ τῶν ἀφέσεων δύο τρόπους
παραληπτέον, τόν τε εἰς τὰ ἑπόμενα μόνον τῶν ζῳδίων ὑπὸ τὴν
καλουμένην ἀκτινοβολίαν, ὅταν ἐν τοῖς ἀπηλιωτικοῖς τόποις,
τουτέστι τοῖς ἀπὸ τοῦ μεσουρανήματος ἐπὶ τὸν ὡροσκόπον
τόποις, ᾖ ὁ ἀφέτης, καὶ τὸν οὐ μόνον εἰς τὰ ἑπόμενα ἀλλὰ καὶ
εἰς τὰ προηγούμενα κατὰ τὴν λεγομένην ὡριμαίαν, ὅταν ἐν τοῖς
ἀποκεκλικόσι τοῦ μεσουρανήματος τόποις ᾖ ὁ ἀφέτης.
τούτων δὲ οὕτως ἐχόντων ἀναιρετικαὶ γίγνονται μοῖραι κατὰ
μὲν τὴν εἰς τὰ προηγούμενα τῶν ζῳδίων ἄφεσιν ἡ τοῦ δυτικοῦ
ὁρίζοντος μόνη διὰ τὸ ἀφανίζειν τὸν κύριον τῆς ζωῆς, αἱ δὲ τῶν
οὕτως ὑπαντώντων ἢ μαρτυρούντων ἀστέρων ἀφαιροῦσι
μόνον καὶ προστιθέασιν ἔτη τοῖς μέχρι τῆς καταδύσεως τοῦ
ἀφέτου συναγομένοις καὶ οὐκ ἀναιροῦσι διὰ τὸ μὴ αὐτοὺς
ἐπιφέρεσθαι τῷ ἀφετικῷ τόπῳ ἀλλ' ἐκεῖνον τοῖς αὐτῶν. καὶ
προστιθέασιν μὲν οἱ ἀγαθοποιοί, ἀφαιροῦσι δὲ οἱ κακοποιοί,
τοῦ τοῦ Ἑρμοῦ πάλιν ὁποτέροις ἂν αὐτῶν συσχηματισθῇ
προστιθεμένου. ὁ δὲ ἀριθμὸς τῆς προσθέσεως ἢ ἀφαιρέσεως
θεωρεῖται διὰ τῆς καθ' ἕκαστον μοιροθεσίας⋅ ὅσοι γὰρ ἂν ὦσιν
ὡριαῖοι χρόνοι τῆς ἑκάστου μοίρας, ἡμέρας μὲν οὔσης οἱ τῆς
ἡμέρας, νυκτὸς δὲ οἱ τῆς νυκτός, τοσοῦτον πλῆθος ἐτῶν ἔσται
τὸ τέλειον⋅ ὅπερ ἐπὶ τῆς ἀνατολῆς αὐτῶν ὄντων λογιστέον, εἶτα
κατὰ τὸ ἀνάλογον τῆς ἀποχωρήσεως ὑφαιρετέον, ἕως ἂν πρὸς
τὰς δυσμὰς εἰς τὸ μηδὲν καταντήσῃ.
κατὰ δὲ τὴν εἰς τὰ ἑπόμενα τῶν ζῳδίων ἄφεσιν ἀναιροῦσιν οἵ
τε τῶν κακοποιῶν τόποι Κρόνου καὶ Ἄρεως ἤτοι σωματικῶς
ὑπαντώντων ἢ ἀκτῖνα ἐπιφερόντων ὅθεν δήποτε τετράγωνον ἢ
διάμετρον, ἐνίοτε δὲ καὶ ἐπὶ τῶν ἀκουόντων ἢ βλεπόντων κατ'
ἰσοδυναμίαν ἑξαγώνων, καὶ αὐτὸς δὲ ὁ τῷ ἀφετικῷ τόπῳ
τετράγωνος ἀπὸ τῶν ἑπομένων, ἐνίοτε δὲ καὶ ἐπὶ μὲν τῶν
πολυχρονούντων δωδεκατημορίων κακωθεὶς ὁ ἑξάγωνος, ἐπὶ δὲ
τῶν ὀλιγοχρονίων ὁ τρίγωνος σελήνης δὲ ἀφιείσης καὶ ὁ τοῦ
ἡλίου τόπος⋅ ἰσχύουσι γὰρ αἱ κατὰ τὴν τοιαύτην ἄφεσιν
ὑπαντήσεις καὶ ἀναιρεῖν καὶ σῴζειν, ἐπειδὴ αὗται τῷ τοῦ
ἀφέτου τόπῳ ἐπιφέρονται. οὐ πάντοτε μέντοι τούτους τοὺς
τόπους καὶ πάντως ἀναιρεῖν ἡγητέον, ἀλλὰ μόνον ὅταν ὦσι
κεκακωμένοι⋅ παραποδίζονται γάρ, ἐάν τε εἰς ἀγαθοποιοῦ ὅριον
ἐμπέσωσιν, ἐάν τέ τις τῶν ἀγαθοποιῶν ἀκτῖνα συνεπιφέρῃ
τετράγωνον ἢ τρίγωνον ἢ διάμετρον ἤτοι πρὸς αὐτὴν τὴν
ἀναιρετικὴν μοῖραν ἢ εἰς τὰ ἑπόμενα αὐτῆς, ἐπὶ μὲν  ιὸς μὴ
ὑπὲρ τὰς δώδεκα μοίρας, ἐπὶ δὲ Ἀφροδίτης μὴ ὑπὲρ τὰς ὀκτώ,
ἐάν τε σωμάτων ὄντων ἀμφοτέρων τοῦ τε ἀφιέντος καὶ τοῦ
ὑπαντῶντος μὴ τὸ αὐτὸ πλάτος ᾖ ἀμφοτέρων.
ὅταν οὖν δύο ἢ πλείονα ᾖ ἑκατέρωθεν τά τε βοηθοῦντα καὶ τὰ
κατὰ τὸ ἐναντίον ἀναιροῦντα, σκεπτέον τὴν ἐπικράτησιν
ὁποτέρου τῶν εἰδῶν κατά τε τὸ πλῆθος τῶν συλλαμβανομένων
αὐτοῖς καὶ κατὰ τὴν δύναμιν, κατὰ μὲν τὸ πλῆθος, ὅταν
αἰσθητῶς πλείονα ᾖ τὰ ἕτερα τῶν ἑτέρων, κατὰ δύναμιν δέ,
ὅταν τῶν βοηθούντων ἢ ἀναιρούντων ἀστέρων οἱ μὲν ἐν
οἰκείοις ὦσι τόποις, οἱ δὲ μή, μάλιστα δ' ὅταν οἱ μὲν ὦσιν
ἀνατολικοί, οἱ δὲ δυτικοί. καθόλου γὰρ τῶν ὑπὸ τὰς αὐγὰς
ὄντων οὐδένα παραληπτέον οὔτε πρὸς ἀναίρεσιν οὔτε πρὸς
βοήθειαν, πλὴν εἰ μὴ τῆς σελήνης ἀφέτιδος οὔσης αὐτὸς ὁ τοῦ
ἡλίου τόπος ἀνέλῃ συντετραμμένος μὲν ὑπὸ τοῦ συνόντος
κακοποιοῦ, διὰ μηδενὸς δὲ τῶν ἀγαθοποιῶν ἀναλελυμένος.
ὁ μέντοι τῶν ἐτῶν ἀριθμός, ὃν ποιοῦσιν αἱ τῶν μεταξὺ
διαστάσες ν <μοῖραι> τοῦ τε ἀφετικοῦ τόπου καὶ τοῦ
ἀναιροῦντος, οὐδὲ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν ὀφείλει λαμβάνεσθαι
κατὰ τὰς τῶν πολλῶν παραδόσεις ἐκ τῶν ἀναφορικῶν πάντοτε
χρόνων ἑκάστης μοίρας, εἰ μὴ μόνον, ὅταν ἤτοι αὐτὸς ὁ
ἀνατολικὸς ὁρίζων τὴν ἄφεσιν ᾖ εἰληφὼς ἤ τις τῶν κατ' αὐτὸν
ποιουμένων ἀνατολήν.
ἑνὸς γὰρ ἐκ παντὸς τρόπου τῷ φυσικῶς τοῦτο τὸ μέρος
ἐπισκεπτομένῳ προκειμένου τοῦ σκοπεῖν, μετὰ πόσους
ἰσημερινοὺς χρόνους ὁ τοῦ ἑπομένου σώματος ἢ σχήματος
τόπος ἐπὶ τὸν τοῦ προηγουμένου κατ' αὐτὴν τὴν γένεσιν
παραγίνεται διὰ τὸ τοὺς ἰσημερινοὺς χρόνους ὁμαλῶς
διέρχεσθαι καὶ τὸν ὁρίζοντα καὶ τὸν μεσημβρινόν, πρὸς οὓς
ἀμφοτέρους αἱ τῶν τοπικῶν ἀποστάσεων ὁμοιότητες
λαμβάνονται, καὶ ἰσχύειν δὲ ἕκαστον τῶν χρόνων ἐνιαυτὸν ἕνα
ἡλιακὸν εἰκότως, ὅταν μὲν ἐπ' αὐτοῦ τοῦ ἀνατολικοῦ ὁρίζοντος
ᾖ ὁ ἀφετικὸς καὶ προηγούμενος τόπος, τοὺς ἀναφορικοὺς
χρόνους τῶν μέχρι τῆς ὑπαντήσεως μοιρῶν προσήκει
λαμβάνειν⋅ μετὰ τοσούτους γὰρ ἰσημερινοὺς χρόνους ὁ
ἀναιρέτης ἐπὶ τὸν τοῦ ἀφέτου τόπον τουτέστι ἐπὶ τὸν
ἀνατολικὸν ὁρίζοντα παραγίνεται, ὅταν δὲ ἐπ' αὐτοῦ τοῦ
μεσημβρινοῦ, τὰς ἐπ' ὀρθῆς τῆς σφαίρας ἀναφοράς, ἐν ὅσαις
ἕκαστον τμῆμα διέρχεται τὸν μεσημβρινόν, ὅταν δὲ ἐπ' αὐτοῦ
τοῦ δυτικοῦ ὁρίζοντος, ἐν ὅσαις ἑκάστη τῶν τῆς διαστάσεως
μοιρῶν καταφέρεται, τουτέστιν ἐν ὅσαις αἱ διαμετροῦσαι
ταύτας ἀναφέρονται.
τοῦ δὲ προηγουμένου τόπου μηκέτι ὄντος ἐν τοῖς τρισὶ τούτοις
ὅροις ἀλλ' ἐν ταῖς μεταξὺ διαστάσεσιν, οὐκέτι οἱ τῶν
προκειμένων ἀναφορῶν ἢ καταφορῶν ἢ μεσουρανήσεων
χρόνοι τοὺς ἑπομένους τόπους οἴσουσιν ἐπὶ τοὺς αὐτοὺς τοῖς
προηγουμένοις ἀλλὰ διάφοροι. ὅμοιος μὲν γὰρ καὶ ὁ αὐτὸς
τόπος ἐστὶν ὁ τὴν ὁμοίαν καὶ ἐπὶ τὰ αὐτὰ μέρη θέσιν ἔχων ἅμα
πρός τε τὸν ὁρίζοντα καὶ τὸν μεσημβρινόν⋅ τοῦτο δὲ ἔγγιστα
συμβέβηκε τοῖς ἐφ' ἑνὸς κειμένοις ἡμικυκλίου τῶν γραφομένων
διὰ τῶν τομῶν τοῦ τε μεσεμβρινοῦ καὶ τοῦ ὁρίζοντος, ὧν
ἕκαστος κατὰ τὴν αὐτὴν θέσιν τὴν ἴσην ἔγγιστα καιρικὴν ὥραν
ποιεῖ. ὥσπερ δ' ἂν περιάγηται περὶ τὰς εἰρημένας τομάς, ἔρχεται
μὲν ἐπὶ τὴν αὐτὴν θέσιν καὶ τῷ ὁρίζοντι καὶ τῷ μεσημβρινῷ,
τοὺς δὲ τῆς διελεύσεως τοῦ ζῳδιακοῦ χρόνους ἀνίσους ἐφ'
ἑκατέρου ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ κατὰ τὰς τῶν ἄλλων
ἀποστάσεων θέσεις δι' ἀνίσων ἐκείνοις χρόνων τὰς παρόδους
ἀπεργάζεται.
μία δέ τις ἡμῖν ἔφοδος ἔστω τοιαύτη, δι' ἧς, ἐάν τε ἀνατολικὴν
ἐάν τε μεσημβρινὴν ἢ δυτικὴν ἐάν τε ἄλλην τινὰ ἔχῃ θέσιν ὁ
προηγούμενος τόπος, τὸ ἀνάλογον τῶν ἐπ' αὐτὸν φερόντων
χρόνων τὸν ἑπόμενον τόπον ληφθήσεται⋅ προδιαλαβόντες γὰρ
τήν τε μεσουρανοῦσαν τοῦ ζῳδιακοῦ μοῖραν καὶ ἔτι τήν τε
προηγουμένην καὶ τὴν ἐπερχομένην πρῶτον σκεψόμεθα τὴν
τῆς προηγουμένης θέσιν, πόσας καιρικὰς ὥρας ἀπέχει τοῦ
μεσημβρινοῦ, ἀριθμήσαντες τὰς μεταξὺ αὐτῆς καὶ τῆς
μεσουρανούσης οἰκείως ἤτοι ὑπὲρ γῆν ἢ ὑπὸ γῆν μοίρας ἐπ'
ὀρθῆς τῆς σφαίρας ἀναφορὰς καὶ μερίσαντες εἰς τὸ πλῆθος τῶν
αὐτῆς τῆς προηγουμένης μοίρας ὡριαίων χρόνων, εἰ μὲν ὑπὲρ
γῆν εἴη, τῶν ἡμερησίων, εἰ δὲ ὑπὸ γῆν, τῶν τῆς νυκτός, ἐπειδὴ
τὰ τὰς αὐτὰς καιρικὰς ὥρας ἀπέχοντα τοῦ μεσημβρινοῦ
τμήματα τοῦ ζῳδιακοῦ καθ' ἑνὸς καὶ τοῦ αὐτοῦ γίνεται τῶν
προειρημένων ἡμικυκλίων, καὶ δεήσει λαβεῖν, μετὰ πόσους
ἰσημερινοὺς χρόνους καὶ τὸ ἑπόμενον τμῆμα τὰς ἴσας καιρικὰς
ὥρας ἀφέξει τοῦ αὐτοῦ μεσημβρινοῦ τῇ προηγουμένῃ, ταύτας
δέ, ἃς εἰλήφαμεν, ἐπισκεψόμεθα, πόσους τε κατὰ τὴν ἐξ ἀρχῆς
θέσιν ἀπεῖχεν ἰσημερινοὺς χρόνους καὶ ἡ ἑπομένη μοῖρα τῆς
κατὰ τὸ αὐτὸ μεσουράνημα διὰ τῶν ἐπ' ὀρθῆς πάλιν τῆς
σφαίρας ἀναφορῶν, καὶ πόσους, ὅτε τὰς ἴσας καιρικὰς ὥρας
ἐποίει τῇ προηγουμένῃ, πολυπλασιάσαντές τε καὶ ταύτας ἐπὶ τὸ
πλῆθος τῶν τῆς ἑπομένης μοίρας ὡριαίων χρόνων, εἰ μὲν πρὸς
τὸ ὑπὲρ γῆν εἴη μεσουράνημα πάλιν ἡ σύγκρισις, τῶν καιρικῶν
ὡρῶν τὸ τῶν ἡμερησίων, εἰ δὲ πρὸς τὸ ὑπὸ γῆν, τὸ τῶν τῆς
νυκτός, καὶ τοὺς γινομένους ἐκ τῆς ὑπεροχῆς ἀμφοτέρων τῶν
διαστάσεων λαβόντες ἕξομεν τὸ τῶν ἐπιζητουμένων ἐτῶν
πλῆθος. ἵνα δὲ φανερώτερον γένηται τὸ λεγόμενον, ὑποκείσθω
προηγούμενος μὲν τόπος ὁ τῆς ἀρχῆς τοῦ Κριοῦ λόγου ἕνεκεν,
ἑπόμενος δὲ ὁ τῆς ἀρχῆς τῶν  ιδύμων, κλίμα δέ, ὅπου ἡ μὲν
μεγίστη ἡμέρα ὡρῶν ἐστι τεττάρων καὶ δέκα, τὸ δ' ὡριαῖον
μέγεθος τῆς ἀρχῆς τῶν  ιδύμων ἔγγιστα χρόνων ἰσημερινῶν ιζ,
καὶ ἀνατελλέτω πρῶτον ἡ ἀρχὴ τοῦ Κριοῦ, ἵνα μεσουρανῇ ἡ
ἀρχὴ τοῦ Αἰγοκέρωτος, καὶ ἀπεχέτω τοῦ ὑπὲρ γῆν
μεσουρανήματος ἡ ἀρχὴ τῶν  ιδύμων χρόνους ἰσημερινοὺς
ρμη.
ἐπεὶ οὖν ἡ τοῦ Κριοῦ ἀρχὴ ἀπέχει τοῦ μεσημβρινοῦ
μεσουρανήματος καιρικὰς ὥρας ἕξ, ταύτας πολλαπλασιάσαντες
ἐπὶ τοὺς ιζ χρόνους, οἵπερ ἦσαν τοῦ ὡριαίου μεγέθους τῆς
ἀρχῆς τῶν  ιδύμων, ἐπειδήπερ πρὸς τὸ ὑπὲρ γῆν μεσουράνημά
ἐστιν ἡ τῶν ρμη χρόνων ἀποχή, ἕξομεν καὶ ταύτης τῆς
διαστάσεως χρόνους ρβ⋅ μετὰ τοὺς τῆς ὑπεροχῆς ἄρα χρόνους
μς ὁ ἑπόμενος τόπος ἐπὶ τὸν τοῦ προηγουμένου μεταβήσεται.
τοσοῦτοι δέ εἰσιν ἔγγιστα χρόνοι καὶ τῆς ἀναφορᾶς τοῦ τε
Κριοῦ καὶ τοῦ Ταύρου, ἐπειδὴ ὁ ἀφετικὸς τόπος ὑπόκειται
ὡροσκοπῶν. μεσουρανείτω δὴ ὁμοίως ἡ ἀρχὴ τοῦ Κριοῦ, ἵνα
ἀπέχῃ κατὰ τὴν πρώτην θέσιν ἡ ἀρχὴ τῶν  ιδύμων τοῦ ὑπὲρ
γῆν μεσουρανήματος χρόνους ἰσημερινοὺς νη.
ἐπειδὴ οὖν κατὰ τὴν δευτέραν θέσιν ὀφείλει μεσουρανεῖν ἡ
ἀρχὴ τῶν < ιδύμων>, ἕξομεν τὴν τῶν διαστάσεων ὑπεροχὴν
αὐτῶν τῶν νη χρόνων, ἐν ὅσοις πάλιν διὰ τὸ μεσουρανεῖν τὸν
ἀφετικὸν τόπον διέρχεται τὸν μεσημβρινὸν ὅ τε Κριὸς καὶ ὁ
Ταῦρος. δυνέτω δὲ τὸν αὐτὸν τρόπον ἡ ἀρχὴ τοῦ Κριοῦ, ἵνα
μεσουρανῇ μὲν ἡ ἀρχὴ τοῦ Καρκίνου, ἀπέχῃ δὲ τοῦ ὑπὲρ γὴν
μεσουρανήματος ἡ ἀρχὴ τῶν  ιδύμων εἰς τὰ προηγούμενα
χρόνους ἰσημερινοὺς λβ. ἐπειδὴ οὖν πάλιν ἓξ ὥρας καιρικὰς
ἀπέχει τοῦ μεσημβρινοῦ ἡ ἀρχὴ τοῦ Κριοῦ πρὸς δυσμάς, ἐὰν
ἑπτακαιδεκάκις ταύτας ποιήσωμεν, ἕξομεν ρβ χρόνους, οὓς
ἀφέξει τοῦ μεσημβρινοῦ καὶ ἡ ἀρχὴ τῶν  ιδύμων, ὅταν δύνῃ.
ἀπεῖχε δὲ καὶ κατὰ τὴν πρώτην θέσιν ἐπὶ τὰ αὐτὰ χρόνους λβ.
ἐν τοῖς τῆς ὑπεροχῆς ἄρα χρόνοις ο ἐπὶ τὸ δῦνον ἠνέχθη, ἐν οἷς
καὶ καταφέρεται μὲν ὅ τε Κριὸς καὶ ὁ Ταῦρος, ἀναφέρεται δὲ
τὰ διαμετροῦντα δωδεκατημόρια τό τε τῶν Χηλῶν καὶ τὸ τοῦ
Σκορπίου. ὑποκείσθω τοίνυν ἐπὶ μηδενὸς μὲν οὖσα τῶν
κέντρων ἡ ἀρχὴ τοῦ Κριοῦ, ἀπέχουσα δέ, λόγου ἕνεκεν εἰς τὰ
προηγούμενα τῆς μεσημβρίας καιρικὰς ὥρας τρεῖς, ἵνα
μεσουρανῇ μὲν ἡ τοῦ Ταύρου μοῖρα ὀκτωκαιδεκάτη, ἀπέχῃ δὲ
κατὰ τὴν πρώτην θέσιν ἡ τῶν  ιδύμων ἀρχὴ τοῦ ὑπὲρ γῆν
μεσουρανήματος εἰς τὰ ἑπόμενα χρόνους ἰσημερινοὺς ιγ⋅ ἐὰν
οὖν πάλιν τοὺς ιζ χρόνους ἐπὶ τὰς γ ὥρας πολλαπλασιάσωμεν,
ἀφέξει μὲν καὶ κατὰ τὴν δευτέραν θέσιν ἡ τῶν  ιδύμων ἀρχὴ
τῆς μεσημβρίας εἰς τὰ προηγούμενα χρόνους να, τοὺς δὲ πάντας
ποιήσει χρόνους ξδ.
ἐποίει δὲ διὰ τῆς αὐτῆς ἀγωγῆς, ὅτε μὲν ἀνέτελλεν ὁ ἀφετικὸς
τόπος, χρόνους μι, ὅτε δὲ ἐμεσουράνει, χρόνους νη, ὅτε δὲ
ἔδυνε, χρόνους ο. διήνεγκεν μὲν ἄρα καὶ ὁ κατὰ τὴν μεταξὺ
θέσιν τῆς τε μεσουρανήσεως καὶ τῆς δύσεως τῶν χρόνων
ἀριθμὸς ἑκάστου τῶν ἄλλων⋅ γέγονε γὰρ χρόνων ξδ⋅ διήνεγκε
δὲ κατὰ τὸ ἀνάλογον τῆς τῶν γ ὡρῶν ὑπεροχῆς, ἐπειδήπερ
αὕτη ἐπὶ μὲν τῶν ἄλλων κατὰ τὰ κέντρα τεταρτημορίων ιβ
χρόνων ἦν, ἐπὶ δὲ τῆς τῶν τριῶν ὡρῶν ἀποστάσεως ἓξ χρόνων.
ἐπεὶ δὲ καὶ ἐπὶ πάντων ἡ αὐτὴ σχεδὸν ἀναλογία συντηρεῖται,
δυνατὸν ἔσται κατὰ τοῦτον τὸν τρόπον ἁπλούστερον τῇ
μεθόδῳ χρῆσθαι.
πάλιν γὰρ ἀνατελλούσης μὲν τῆς προηγουμένης μοίρας ταῖς
μέχρι τῆς ἑπομένης ἀναφοραῖς συγχρησόμεθα, μεσουρανούσης
δὲ ταῖς ἐπ' ὀρθῆς τῆς σφαίρας, δυνούσης δὲ ταῖς καταφοραῖς,
ὅταν δὲ μεταξὺ τούτων ᾖ, ὡς λόγου ἕνεκεν ἐπὶ τῆς ἐκκειμένης
διαστάσεως τοῦ Κριοῦ, ληψόμεθα πρῶτον τοῦς ἐπιβάλλοντας
χρόνους ἑκατέρῳ τῶν περιεχόντων κέντρων, εὑρήσομεν δέ,
ἐπειδὴ μετὰ τὸ μεσουράνημα τὸ ὑπὲρ γῆν ὑπέκειτο ἡ ἀρχὴ τοῦ
Κριοῦ μεταξὺ τοῦ μεσουρανοῦντος κέντρου καὶ τοῦ δύνοντος,
τοὺς ἐπιβάλλοντας χρόνους μέχρι τῆς ἀρχῆς τῶν  ιδύμων, τῶν
μὲν συμμεσουρανήσεων νη, τῶν δὲ συγκαταδύσεων ο, ἔπειτα
μαθόντες, ὡς πρόκειται, πόσας καιρικὰς ὥρας ἀπέχει τὸ
προηγούμενον τμῆμα ὁποτέρου τῶν κέντρων, ὅσον ἂν ὦσι
μέρος αὗται τῶν τοῦ τεταρτημορίου καιρικῶν ὡρῶν ἕξ,
τοσοῦτον μέρος τῆς ἀμφοτέρων τῶν συναγωγῶν ὑπεροχῆς
προσθήσομεν ἢ ἀφελοῦμεν τῶν συγκρινομένων κέντρων, οἷον
ἐπεὶ τῶν προκειμένων ο καὶ νη ἡ ὑπεροχή ἐστι χρόνων ιβ,
ὑπέκειτο δὲ τὰς ἴσας καιρικὰς ὥρας τρεῖς ὁ προηγούμενος
τόπος ἑκατέρου τῶν κέντρων ἀπέχων, αἵ εἰσι τῶν ἓξ ὡρῶν
ἥμισυ μέρος, λαβόντες καὶ τῶν ιβ χρόνων τὸ ἥμισυ ἤτοι τοῖς νη
προσθέντες ἢ τῶν ο ἀφελόντες εὑρήσομεν τὴν ἐπιβολὴν
χρόνων χδ.
εἰ δέ γε δύο καιρικὰς ὥρας ἀπεῖχεν ὁποτέρου τῶν κέντρων, αἵ
εἰσι τῶν ς ὡρῶν τὸ τρίτον μέρος, τὸ τρίτον πάλιν τῶν τῆς
ὑπεροχῆς ιβ χρόνων, τουτέστι τοὺς δ, εἰ μὲν ἡ τῶν δύο ὡρῶν
ἀποχὴ ἀπὸ τοῦ μεσουρανήματος ὑπέκειτο, προσεθήκαμεν ἂν
τοῖς νη χρόνοις, εἰ δὲ ἀπὸ τοῦ δύνοντος, ἀφείλομεν ἂν ἀπὸ τῶν
ο. ὁ μὲν οὖν τρόπος τῆς τῶν χρονικῶν διαστάσεων ποσότητος
οὕτως ἡμῖν κατὰ τὸ ἀκόλουθον ὀφείλει λαμβάνεσθαι.
διακρινοῦμεν δὲ λοιπὸν ἐφ' ἑκάστης τῶν προειρημένων
ὑπαντήσεων ἢ καὶ καταδύσεων κατὰ τὴν ἀπὸ τῶν
ὀλιγοχρονιωτέρων τάξιν τάς τε ἀναιρετικὰς καὶ τὰς
κλιμακτηρικὰς καὶ τὰς ἄλλως παροδικὰς διά τε τοῦ ἢ
κεκακῶσθαι τῆν ὑπάντησιν ἢ βοηθεῖσθαι κατὰ τὸν
προειρημένον ἡμῖν τρόπον καὶ διὰ τῶν καθ' ἕκαστον τῶν
διασημαινομένων ἐκ τῆς ὑπαντήσεως χρονικῶν ἐπεμβάσεων⋅
κεκακωμένων γὰρ ἅμα τῶν τόπων καὶ τῆς πρὸς τὴν ἐπέμβασιν
τῶν ἐτῶν παρόδου τῶν ἀστέρων κακοποιούσης τοὺς
κυριωτάτους τόπους ἄντικρυς θανάτους ὑπονοητέον, τοῦ δὲ
ἑτέρου τούτων φιλανθρωποῦντος κλιμακτῆρας μεγάλους καὶ
ἐπισφαλεῖς, ἀμφοτέρων δὲ νωθρίας μόνον ἢ βλάβας καὶ
καθαιρέσεις παροδικὰς τῆς καὶ ἐν τούτοις ἰδιότητος
λαμβανομένης ἀπὸ τῆς τῶν ὑπαντητικῶν τόπων πρὸς τὰ τῆς
γενέσεως πράγματα συνοικειώσεως.
οὐδὲν δὲ ἐνίοτε κωλύει, δισταζομένων τῶν τὴν ἀναιρετικὴν
κυρίαν λαμβάνειν ὀφειλόντων τὰς καθ' ἕκαστον αὐτῶν
ὑπαντήσεις ἐπιλογιζομένους ἤτοι ταῖς μάλιστα πρὸς τὰ ἐκβάντα
ἤδη τῶν συμπτωμάτων συμφωνούσαις καὶ πρὸς τὰ μέλλοντα
κατακολουθεῖν ἢ πρὸς ἁπάσας ὡς κατ' ἰσότητα τῆς δυνάμεως
ἰσχυούσας παρατηρητικῶς ἔχειν τὸ μᾶλλον καὶ ἧττον αὐτῶν
κατὰ τὸν αὐτὸν τρόπον ἐπισκεπτομένους.
Περὶ μορφῆς καὶ κράσεως σωματικῆς.
Ἐφωδευμένης δὲ καὶ τῆς τοῦ περὶ χρόνων ζωῆς λόγου
πραγματείας λέγομεν ἀρχὴν τῶν κατὰ μέρος, λαβόντες κατὰ
τὴν οἰκείαν τάξιν περί τε τῆς μορφῆς καὶ τῆς σωματικῆς
διατυπώσεως, ἐπειδὴ καὶ τὰ τοῦ σώματος τῶν τῆς ψυχῆς
προτυποῦται κατὰ φύσιν, τοῦ μὲν σώματος διὰ τὸ ὑλικώτερον
συγγεννωμένας ἔχοντος σχεδὸν τὰς τῶν ἰδιοσυγκρασιῶν
φαντασίας, τῆς δὲ ψυχῆς μετὰ ταῦτα καὶ κατὰ μικρὸν τὰς ἀπὸ
τῆς πρώτης αἰτίας ἐπιτηδειότητας ἀναδεικνυούσης, τῶν δ'
ἐκτὸς ἔτι μᾶλλον ὕστερον κατὰ τὸν ἐφεξῆς χρόνον
ἐπισυμπιπτόντων.
παρατηρητέον οὖν καθόλου μὲν τὸν ἀνατολικὸν ὁρίζοντα καὶ
τοὺς ἐπόντας ἢ τοὺς τὴν οἰκοδεσποτείαν αὐτοῦ λαμβάνοντας
τῶν πλανωμένων, καθ' ὃν εἰρήκαμεν τρόπον, ἐπὶ μέρους δὲ καὶ
τὴν σελήνην ὡσαύτως⋅ διὰ γὰρ τῆς τῶν τόπων τούτων
ἀμφοτέρων καὶ τῆς τῶν οἰκοδεσποτησάντων διαμορφωτικῆς
φύσεως καὶ τῆς καθ' ἑκάτερον εἶδος συγκράσεως καὶ ἔτι τῆς
τῶν συνανατελλόντων αὐτοῖς ἀπλανῶν ἀστέρων
σχηματογραφίας τὰ περὶ τὰς διατυπώσεις τῶν σωμάτων
θεωρεῖται, πρωτευόντων μὲν τῇ δυνάμει τῶν τὴν
οἰκοδεσποτείαν ἐχόντων ἀστέρων, ἐπισυνεργούσης δὲ καὶ τῆς
τῶν τόπων αὐτῶν ἰδιοτροπίας. τὸ μέντοι καθ' ἕκαστον καὶ ὡς
ἄν τις ἁπλῶς οὕτως ἀποδοίη, τοῦτον ἔχει τὸν τρόπον.
πρῶτον γὰρ ἐπὶ τῶν ἀστέρων ὁ μὲν τοῦ Κρόνου ἀνατολικὸς ὢν
τῇ μὲν μορφῇ μελιχρόας ποιεῖ καὶ εὐεκτικοὺς καὶ μελανότριχας
καὶ οὐλοκεφάλους καὶ δασυστέρνους καὶ μεσοφθάλμους καὶ
συμμέτρους τοῖς μεγέθεσι, τῇ δὲ κράσει τὸ μᾶλλον ἔχοντας ἐν
τῷ ὑγρῷ καὶ ψυχρῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ
μέλανας καὶ σπινώδεις καὶ μικροὺς καὶ ἁπλότριχας καὶ
ὑποψίλους καὶ ὑπορρύθμους καὶ μελανοφθάλμους, τῇ δὲ κράσει
τὸ μᾶλλον ἔχοντας ἐν τῷ ξηρῷ καὶ ψυχρῷ.
ὁ δὲ τοῦ  ιὸς οἰκοδεσποτήσας τοὺς προκειμένους τόπους
ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ λευκοὺς ἐπὶ τὸ εὔχρουν καὶ
μεσότριχας καὶ μεγαλοφθάλμους καὶ εὐμεγέθεις καὶ
ἀξιωματικούς, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ θερμῷ καὶ
ὑγρῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν χρόᾳ λευκοὺς μέν, οὐκ ἐπὶ
τὸ εὔχρουν δὲ ὁμοίως, τετανότριχάς τε καὶ ἀναφαλαντιαίους καὶ
μεσοφαλάκρους καὶ μετρίους τοῖς μεγέθεσι, τῇ δὲ κράσει τὸ
πλεῖον ἔχοντας ἐν τῷ ὑγρῷ.
ὁ δὲ τοῦ Ἄρεως ὁμοίως ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ
λευκερύθρους καὶ εὐμεγέθεις καὶ εὐέκτας καὶ γλαυκοφθάλμους
καὶ δασεῖς καὶ μεσότριχας, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν
τῷ θερμῷ καὶ ξηρῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ
ἐρυθροὺς ἁπλῶς καὶ μετρίους τοῖς μεγέθεσι καὶ μικροφθάλμους
καὶ ὑποψίλους καὶ ξανθτριχας καὶ τετανούς, τῇ δὲ κράσει τὸ
πλεῖον ἔχοντας ἐν τῷ ξηρῷ.
ὁ δὲ τῆς Ἀφροδίτης τὰ παραπλήσια ποιεῖ τῷ τοῦ  ιός, ἐπὶ
μέντοι τὸ εὐμορφώτερον καὶ ἐπιχαριτώτερον καὶ
γυναικοπρεπωδέστερον καὶ θηλυμορφώτερον καὶ εὐχυμότερον
καὶ τρυφερώτερον, ἰδίως δὲ τοὺς ὀφθαλμοὺς ποιεῖ μετὰ τοῦ
εὐπρεποῦς ὑποχαροπούς.
ὁ δὲ τοῦ Ἑρμοῦ ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ μελίχροας καὶ
συμμέτρους τοῖς μεγέθεσι καὶ εὐρύθμους καὶ μικροφθάλμους
καὶ μεσότριχας, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ θερμῷ,
δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ λευκοὺς μέν, οὐκ ἐπὶ τὸ
εὔχρουν δὲ ὁμοίως, τετανότριψας, μελαγχλώρους καὶ σπινοὺς
καὶ ἰσχνοὺς καὶ λοξοφθάλμους τε καὶ αἰγόπους καὶ ὑπερύθρους,
τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν τῷ ξηρῷ.
συνεργοῦσι δὲ ἑκάστῳ τούτων συσχηματισθέντες ὁ μὲν ἥλιος
ἐπὶ τὸ μεγαλοπρεπέστερον καὶ εὐεκτικώτερον, ἡ δὲ σελήνη, καὶ
μάλισθ', ὅταν τὴν ἀπόρροιαν αὐτῆς ἐπέχωσι, καθόλου μὲν ἐπὶ
τὸ συμμετρώτερον καὶ ἰσχνώτερον καὶ τῇ κράσει ὑγρότερον,
κατὰ μέρος δὲ ἀναλόγως τῇ τῶν φωτισμῶν ἰδιότητι κατὰ τὴν
ἐν ἀρχῇ τῆς συντάξεως ἐκτεθειμένην κρᾶσιν. πάλιν δὲ καθόλου
ἑῷοι μὲν ὄντες καὶ φάσεις ποιησάμενοι μεγαλοποιοῦσι τὰ
σώματα, στηρίζοντες δὲ τὸ πρῶτον ἰσχυρὰ καὶ εὔτονα,
προηγούμενοι δὲ ἀσύμμετρα, τὸ δὲ δεύτερον στηρίζοντες
ἀσθενέστερα, δύνοντος δὲ ἄδοξα μὲν παντελῶς, οἰστικὰ δὲ
κακουχιῶν καὶ συνοχῶν.
καὶ τῶν τόπων δὲ αὐτῶν πρὸς τοὺς σχηματισμοὺς μάλιστα τῶν
διατυπώσεων καὶ τὰς κράσεις, ὡς ἔφαμεν, συνεργούντων
καθόλου πάλιν τὸ μὲν ἀπὸ ἐαρινῆς ἰσημερίας ἐπὶ θερινὴν
τροπὴν τεταρτημόριον ποιεῖ εὔχροας, εὐμεγέθεις, εὐέκτας,
εὐοφθάλμους, τὸ δὲ πλεῖον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ θερμῷ, τὸ
δ' ἀπὸ τῆς θερινῆς τροπῆς μέχρι μετοπωρινῆς ἰσημερίας
μεσόχροας, συμμέτρους τοῖς μεγέθεσιν, εὐέκτας,
μεγαλοφθάλμους, δασεῖς, οὐλότριχας, τὸ πλεῖον ἔχοντας ἐν τῷ
θερμῷ καὶ ξηρῷ, τὸ δ' ἀπὸ τῆς μετοπωρινῆς ἰσημερίας μέχρι
τῆς χειμερινῆς τροπῆς μελίχροας, ἰσχνούς, σπινώδεις,
παθήνους, μεσότριχας, εὐοφθάλμους, τὸ πλεῖον ἔχοντας ἐν τῷ
ξηρῷ καὶ ψυχρῷ, τὸ δ' ἀπὸ τῆς χειμερινῆς τροπῆς ἕως ἐαρινῆς
ἰσημερίας μελανόθροας, συμμέτρους τοῖς μεγέθεσι,
τετανότριχας, ὑποψίλους, ὑπορρύθμους, τὸ πλεῖον ἔχοντας ἐν
τῷ ὑγρῷ καὶ ψυχρῷ.
κατὰ μέρος δὲ τὰ μὲν ἀνθρωποειδῆ τῶν ζῳδίων τῶν τε ἐν τῷ
ζῳδιακῷ καὶ τῶν ἐκτὸς εὔρυθμα καὶ σύμμετρα τοῖς σχήμασι τὰ
σώματα κατασκευάζει, τὰ δὲ ἑτερόμορφα μετασχηματίζει πρὸς
τὸ τῆς ἰδίας μορφώσεως οἰκεῖον τὰς τοῦ σώματος συμμετρίας
καὶ κατά τινα λόγον ἀφομοιοῖ τὰ οἰκεῖα μέρη τοῖς ἑαυτῶν ἤτοι
ἐπὶ τὸ μεῖζον καὶ ἔλαττον ἢ ἐπὶ τὸ ἰσχυρότερον καὶ
ἀσθενέστερον ἢ ἐπὶ τὸ εὐρυθμότερον καὶ ἀρρυθμότερον, ἐπὶ τὸ
μεῖζον μέν, ὡς λόγου ἕνεκεν ὁ Λέων καὶ ἡ Παρθένος καὶ ὁ
Τοξότης, ἐπὶ τὸ ἔλαττον δὲ ὡς οἱ Ἰχθύες καὶ ὁ Καρκίνος καὶ ὁ
Αἰγόκερως, καὶ πάλιν ὡς τοῦ Κριοῦ καὶ τοῦ Ταύρου καὶ τοῦ
Λέοντος τὰ μὲν ἄνω καὶ ἐμπρόσθια ἐπὶ τὸ εὐεκτικώτερον, τὰ δὲ
κάτω καὶ ὀπίσθια ἐπὶ τὸ ἀσθενέστερον, τὸ δὲ ἐναντίον ὡς τοῦ
Τοξότου καὶ τοῦ Σκορπίου καὶ τῶν  ιδύμων τὰ μὲν ἐμπρόσθια
ἐπὶ τὸ ἰσχνότερον, τὰ δὲ ὀπίσθια ἐπὶ τὸ εὐεκτικώτερον, ὁμοίως
δὲ ὡς ἡ μὲν Παρθένος καὶ αἱ Χῆλαι καὶ ὁ Τοξότης ἐπὶ τὸ
σύμμετρον καὶ εὔρυθμον, ὁ δὲ Σκορπίος καὶ οἱ Ἰχθύες καὶ ὁ
Ταῦρος ἐπὶ τὸ ἄρρυθμον καὶ ἀσύμμετρον καὶ ἐπὶ τῶν ἄλλων
ὁμοίως, ἅπερ ἅπαντα συνεφορῶντας καὶ συνεπικίρναντας
προσήκει τὴν ἐκ τῆς κράσεως συναγομένην ἰδιοτροπίαν περί τε
τὰς μορφώσεις καὶ τὰς κράσεις τὼν σωμάτων
καταστοχάζεσθαι.
Περὶ σινῶν καὶ παθῶν σωματικῶν.
Ἑπομένου δὲ τούτοις τοῦ περὶ τὰ σωματικὰ σίνη τε καὶ πάθη
λόγου συνάψομεν αὐτοῖς κατὰ τὸ ἑξῆς τὴν κατὰ τοῦτο τὸ εἶδος
συνισταμένην ἐπίσκεψιν ἔχουσαν οὕτως⋅ καὶ ἐνταῦθα γὰρ πρὸς
μὲν τὴν καθόλου διάληψιν ἀποβλέπειν δεῖ πρὸς τὰ τοῦ
ὁρίζοντος δύο κέντρα, τουτέστι τό τε ἀνατέλλον καὶ τὸ δύνον,
μάλιστα δὲ πρός τε τὸ δύνον αὐτὸ καὶ πρὸς τὸ προδύνον, ὅ
ἐστιν ἀσύνδετον τῷ ἀνατολικῷ κέντρῳ, καὶ παρατηρεῖν τοὺς
κακωτικοὺς τῶν ἀστέρων, πῶς ἐσχηματισμένοι πρὸς αὐτὰ
τυγχάνουσιν⋅ ἐὰν γὰρ πρὸς τὰς ἐπαναφερομένας μοίρας τῶν
εἰρημένων τόπων ὦσιν ἑστῶτες ἤτοι σωματικῶς ἢ
τετραγωνικῶς ἢ καὶ κατὰ διάμετρον ἤτοι ὁπότερος αὐτῶν ἢ καὶ
ἀμφότεροι, σίνη καὶ πάθη σωματικὰ περὶ τοὺς γεννωμένους
ἕξειν ὑπονοητέον, μάλιστα δ' ἂν καὶ τῶν φώτων ἤτοι τὸ ἕτερον
ἢ ἀμφότερα κεκεντρωμένα, καθ' ὃν εἰρήκαμεν τρόπον, τυγχάνῃ
ἢ ἅμα ἢ κατὰ διάμετρον.
τότε γὰρ οὐ μόνον, ἐὰν ἐπαναφέρηταί τις τῶν κακοποιῶν, ἀλλὰ
κἂν προαναφέρηται τῶν φώτων αὐτὸς κεκεντρωμένος, ἱκανός
ἐστι διαθεῖναί τι τῶν ἐκκειμένων, ὁποῖον ἂν οἵ τε τοῦ ὁρίζοντος
τόποι καὶ οἱ τῶν ζῳδίων ὑποφαίνωσι σίνος ἢ πάθος καὶ αἱ τῶν
ἀστέρων φύσεις τῶν τε κακούντων καὶ τῶν κακουμένων καὶ ἔτι
τῶν συσχηματιζομένων αὐτοῖς. τά τε γὰρ μέρη τῶν ζῳδίων
ἑκάστου τὰ περιέχοντα τὸ ἀδικούμενον μέρος τοῦ ὁρίζοντος
δηλώσει τὸ μέρος τοῦ σώματος, περὶ ὃ ἔσται τὸ αἴτιον, καὶ
πότερον σίνος ἢ πάθος ἢ καὶ ἀμφότερα τὸ δηλούμενον μέρος
ἐπιδείξασθαι δύναται, αἵ τε τῶν ἀστέρων φύσεις τὰ εἴδη καὶ τὰς
αἰτίας τῶν συμπτωμάτων ποιοῦσιν, ἐπειδὴ τῶν κυριωτάτων τοῦ
ἀνθρώπου μερῶν ὁ μὲν τοῦ Κρόνου κύριός ἐστιν ἀκοῶν τε
δεξιῶν καὶ σπληνὸς καὶ κύστεως καὶ φλέγματος καὶ ὀστέων, ὁ
δὲ τοῦ  ιὸς ἁφῆς τε καὶ πνεύμονος καὶ ἀρτηριῶν καὶ
σπέρματος, ὁ δὲ τοῦ Ἄρεως ἀκοῶν εὐωνύμων καὶ νεφρῶν καὶ
φλεβῶν καὶ μορίων, ὁ δὲ ἥλιος ὁράσεως καὶ ἐγκεφάλου καὶ
καρδίας καὶ νεύρων καὶ τῶν δεξιῶν πάντων, ὁ δὲ τῆς Ἀφροδίτης
ὀσφρήσεώς τε καὶ ἥπατος καὶ σαρκῶν, ὁ δὲ τοῦ Ἑρμοῦ λόγου
καὶ διανοίας καὶ γλώσσης καὶ χολῆς καὶ ἕδρας, ἡ δὲ σελήνη
γεύσεώς τε καὶ καταπόσεως καὶ στομάχου καὶ κοιλίας καὶ
μήτρας καὶ τῶν εὐωνύμων πάντων.
ἔστι δὲ τῶν καθόλου καὶ τὰ σίνη μὲν ὡς ἐπὶ τὸ πολὺ συμπίπτειν
ἀνατολικῶν ὄντων τῶν τὸ αἴτιον ποιούντων κακοποιῶν, πάθη
δὲ τοὐναντίον δυτικῶν αὐτῶν ὑπαρχόντων, ἐπειδήπερ καὶ
διώρισται τούτων ἑκάτερον τῷ τὸ μὲν σίνος ἅπαξ διατιθέναι
καὶ μὴ διατείνουσαν ἔχειν τὴν ἀλγηδόνα, τὸ δὲ πάθος ἤτοι
συνεχῶς ἢ ἐπιληπτικῶς τοῖς πάσχουσιν ἐπισκήπτειν.
πρὸς δὲ τὴν κατὰ μέρος ἐπιβολὴν ἤδη τινὰ παρατηρήσεως
ἔτυχεν ἐξαιρέτου σινωτικά τε καὶ παθητικὰ σχήματα διὰ τῶν
ὡς ἐπίπαν κατὰ τὰς ὁμοιοσχήμονας θέσεις παρακολουθούντων
συμπτωμάτων⋅ πηρώσεις γὰρ ὄψεως ἀποτελοῦνται κατὰ μὲν
τὸν ἕτερον τῶν ὀφθαλμῶν, ὅταν τε ἡ σελήνη καθ' αὑτὴν ἐπὶ
τῶν προειρημένων οὖσα κέντρων ἢ συνοδεύουσα ἢ
πανσεληνιάζουσα τύχῃ, καὶ ὅταν ἐφ' ἑκατέρου μὲν τῶν πρὸς
τὸν ἥλιον σχήματος λόγον ἐχόντων, συνάπτῃ δέ τινι τῶν
νεφελοειδῶν ἐν τῷ ζῳδιακῷ συστροφῶν, ὡς τῷ νεφελίῳ τοῦ
Καρκίνου καὶ τῇ πλειάδι τοῦ Ταύρου καὶ τῇ ἀκίδι τοῦ Τοξότου
καὶ τῷ κέντρῳ τοῦ Σκορπίου καὶ τοῖς περὶ τὸν πλόκαμον μέρεσι
τοῦ Λέοντος ἢ τῇ κάλπιδι τοῦ Ὑδροχόου, καὶ ὅταν ὁ τοῦ Ἄρεως
ἢ καὶ ὁ τοῦ Κρόνου ἐπικέντρῳ οὔσῃ αὐτῇ καὶ ἀποκρουστικῇ
ἀνατολικοὶ αὐτοὶ ὄντες ἐπιφέρωνται ἢ πάλιν τοῦ ἡλίου
ἐπικέντρου ὄντος προαναφέρωνται.
ἐὰν δὲ ἀμφοτέροις ἅμα τοῖς φωσὶν ἤτοι κατὰ τὸ αὐτὸ ζῴδιον ἢ
καὶ κατὰ διάμετρον, ὡς εἴπομεν, συσχηματισθῶσιν, ἑῷοι μὲν
τῷ ἡλίῳ ὄντες, τῇ δὲ σελήνῃ ἑσπέριοι, περὶ ἀμφοτέρους τοὺς
ὀφθαλμοὺς τὸ αἴτιον ποιήσουσιν⋅ ὁ μὲν γὰρ τοῦ Ἄρεως ἀπὸ
πληγῆς ἢ κρούσματος ἢ σιδήρου ἢ κατακαύματος ποιεῖ τὰς
πηρώσεις, μετὰ δὲ Ἑρμοῦ συσχηματισθεὶς ἐν παλαίστραις ἢ
γυμνασίοις ἢ κακούργων ἐφόδοις, ὁ δὲ τοῦ Κρόνου δι'
ὑποχύσεων ἢ ψύξεων ἢ ἀπογλαυκώσεων καὶ τῶν τοιούτων.
πάλιν ἐπὰν ὁ τῆς Ἀφροδίτης ἐπί τινος ᾖ τῶν προειρημένων
κέντρων, μάλιστα δὲ ἐπὶ τοῦ δύνοντος τῷ μὲν τοῦ Κρόνου
συνὼν ἢ συσχηματιζόμενος ἢ ἐνηλλαχὼς τοὺς τόπους, ὑπὸ δὲ
τοῦ Ἄρεως καθυπερτερούμενος ἢ διαμετρούμενος, οἱ μὲν
ἄνδρες ἄγονοι γίνονται, αἱ δὲ γυναῖκες ἐκτρωσμοῖς ἢ
ὠμοτοκίαις ἢ καὶ ἐμβρυοτομίαις περικυλίονται, μάλιστα δὲ ἐν
Καρκίνῳ καὶ Παρθένῳ καὶ Αἰγοκέρωτι, κἂν ἡ σελήνη ἀπὸ
ἀνατολῆς τῷ τοῦ Ἄρεως συνάπτῃ. ἐὰν δὲ καὶ τῷ τοῦ Ἑρμοῦ
κατὰ τὸ αὐτὸ συσχηματισθῇ σὺν τῷ τοῦ Κρόνου, τοῦ τοῦ
Ἄρεως πάλιν καθυπερτεροῦντος ἢ διαμετροῦντος, εὐνοῦχοι ἢ
ἑρμαφρόδιτοι ἢ ἄτρωγλοι καὶ ἄτρητοι γίγνονται.
τούτων δὲ οὕτως ἐχόντων, ἐπὰν καὶ ὁ ἥλιος συσχηματισθῇ τῶν
μὲν φώτων καὶ τοῦ τῆς Ἀφροδίτης ἠρρενωμένων,
ἀποκρουστικῆς δὲ τῆς σελήνης οὔσης καὶ τῶν κακοποιῶν ταῖς
ἐπαναφερομέναις μοίραις ἐπαναφερομένων, οἱ μὲν ἄνδρες
ἀπόκοποι ἢ τὰ μόρια σεσινωμένοι γίνονται καὶ μάλιστα ἐν
Κριῷ καὶ Λέοντι καὶ Σκορπίῳ καὶ Αἰγοκέρωτι καὶ Ὑδροχόῳ, αἱ
δὲ γυναῖκες ἄτοκοι καὶ στεῖραι.
ἐνίοτε δὲ οὐδὲ ἀσινεῖς ταῖς ὄψεσιν οἱ τοιοῦτοι διαμένουσιν,
ἐμποδίζονται δὲ τὴν γλῶτταν καὶ γίνονται τραυλοὶ ἢ
μογγιλάλοι, ὅσοι τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ συνόντας
ἐπὶ τῶν εἰρημένων κέντρων ἔχουσι τῷ ἡλίῳ, μάλιστα δὲ ὅταν
καὶ δυτικὸς ᾖ ὁ τοῦ Ἑρμοῦ, καὶ συσχηματίζωνται ἀμφότεροι τῇ
σελήνῃ. τούτοις δ' ὁ τοῦ Ἄρεως παρατυχὼν λύειν εἴωθεν ὡς ἐπὶ
τὸ πολὺ τὸ τῆς γλώττης ἐμπόδιον, ἀφ' οὗ ἂν ἡ σελήνη τὴν πρὸς
αὐτὸν συνάντησιν ποιήσηται.
πάλιν ἐὰν ἤτοι τὰ φῶτα ἐπικέντροις τοῖς κακοποιοῖς ἐπιφέρηται
ἅμα ἢ κατὰ διάμετρον, ἢ ἐὰν τοῖς φωσὶν οἱ κακοποιοὶ καὶ
μάλιστα τῆς σελήνης ἐπὶ συνδέσμων ἢ ἐπὶ καμπίων οὔσης ἢ ἐπὶ
τῶν ἐπαιτίων ζῳδίων, οἷον Κριοῦ, Ταύρου, Καρκίνου,
Σκορπίου, Αἰγοκέρωτος, γίνονται λωβήσεις τοῦ σώματος
κυρτώσεων ἢ κυλλώσεων ἢ χωλώσεων ἢ παραλύσεων, ἐὰν μὲν
σὺν τοῖς φωσὶν ὦσιν οἱ κακοποιοί, ἀπὸ τῆς γενήσεως αὐτῆς,
ἐὰν δὲ ἐν τοῖς μεσουρανήμασι καθυπερτεροῦντες τὰ φῶτα ἢ
διαμηκίζοντες ἀλλήλους ὦσιν, ἀπὸ κινδύνων μεγάλων ὡς τῶν
ἀποκρημνισμῶν ἢ συμπτώσεων ἢ λῃστηρίων ἢ τετραπόδων,
Ἄρεως μὲν γὰρ ἐπικρατοῦντος τῶν διὰ πυρὸς ἢ τραυμάτων ἢ
ὀχλικῶν ἢ λῃστηρίων, Κρόνου δὲ τῶν διὰ συμπτώσεων ἢ
ναυαγίων ἢ σπασμῶν.
ὡς ἐπὶ τὸ πολὺ δὲ γίνεται σίνη καὶ περὶ τὰ τροπικὰ καὶ
ἰσημερινὰ σημεῖα τῆς σελήνης οὔσης, μάλιστα δὲ περὶ μὲν τὸ
ἐαρινὸν τὰ δι' ἀλφῶν, περὶ δὲ τὸ θερινὸν τὰ διὰ λειχήνων, περὶ
δὲ τὸ μετοπωρινὸν τὰ διὰ λεπρῶν, περὶ δὲ τὸ χειμερινὸν τὰ διὰ
φακῶν καὶ τῶν ὁμοίων. πάθη δὲ συμβαίνειν εἴωθεν, ὅταν ἐπὶ
τῶν προκειμένων στάσεων οἱ κακοποιοὶ συσχηματισθῶσι, κατὰ
τὸ ἐναντίον μέντοι, τουτέστιν ἑσπέριοι μὲν τῷ ἡλίῳ τῇ δὲ
σελήνῃ ἑῷοι.
καθόλου γὰρ ὁ μὲν τοῦ Κρόνου ψυχροκοιλίους ποιεῖ καὶ
πολυφλεγμάτους καὶ ῥευματώδεις κατίσχνους τε καὶ
ἀσθενικοὺς καὶ ἰκτερικοὺς καὶ δυσεντερικοὺς καὶ βηχικοὺς καὶ
ἀναφορικοὺς καὶ κωλικοὺς καὶ ἐλεφαντιῶντας, τὰς δὲ γυναῖκας
ἔτι καὶ ὑστερικάς⋅ ὁ δὲ τοῦ Ἄρεως αἱμοπτυϊκούς,
μελαγχολικούς, πνευμονικούς, ψωριῶντας ἔτι τε τοὺς διὰ
τομῶν ἢ καύσεων κρυπτῶν τόπων συνεχῶς ἐνοχλουμένους
συρίγγων ἕνεκεν ἢ αἱμορροίδων ἢ κονδυλωμάτων ἢ καὶ τῶν
πυρωδῶν ἑλκώσεων ἢ νομῶν, τὰς δὲ γυναῖκας ἔτι καὶ
ἐκτρωσμοῖς ἢ ἐμβρυοτομίαις ἢ ἀναβρώσεσιν εἴωθε περικυλίειν.
ἰδίως δὲ καὶ παρὰ τὰς προειρημένας τῶν συσχηματιζομένων
ἀστέρων φύσεις πρὸς τὰ μέρη τοῦ σώματος τὰ ἰδιώματα
ποιοῦσι τῶν παθῶν, συνεργεῖ δὲ αὐτοῖς μάλιστα πρὸς τὰς
ἐπιτάσεις τῶν φαύλων ὁ τοῦ Ἑρμοῦ ἀστὴρ τῷ μὲν τοῦ Κρόνου
πρὸς τὸ ψυχρὸν συνοικειούμενος καὶ μᾶλλον ἐν κινήσει συνεχεῖ
ποιῶν τοὺς ῥευματισμοὺς καὶ τὰς τῶν ὑγρῶν ὀχλήσεις,
ἐξαιρέτως δὲ τῶν περὶ θώρακα καὶ στόμαχον καὶ φάρυγγα, τῷ
δὲ τοῦ Ἄρεως πρὸς τὸ ξηραντικώτερον συνεπισχύων ὡς ἐπί τε
τῶν ἑλκωδῶν ψιλώσεων καὶ ἐσχαρῶν καὶ ἀποστημάτων καὶ
ἐρυσιπελάτων καὶ λειχήνων ἀγρίων καὶ μελαίνης χολῆς ἢ
μανίας ἢ νόσου ἱερᾶς ἢ τῶν τοιούτων.
καὶ παρὰ τὰς τῶν ζῳδίων δὲ ἐναλλαγὰς τῶν τοὺς
προειρημένους ἐπὶ τῶν δύο κέντρων συσχηματισμοὺς
περιεχόντων γίνονταί τινες ποιότητες παθῶν. ἰδίως γὰρ ὁ μὲν
Καρκίνος καὶ ὁ Αἰγόκερως καὶ οἱ Ἰχθύες καὶ ὅλως τὰ χερσαῖα
καὶ τὰ ἰχθυϊκὰ ζῴδια τὰ διὰ τῶν νομῶν πάθη ποιεῖ καὶ λειχήνων
ἢ λεπίδων ἢ χοιράδων ἢ συρίγγων ἢ ἐλεφαντιάσεων καὶ τῶν
τοιούτων, ὁ δὲ Τοξότης καὶ οἱ  ίδυμοι τὰ διὰ πτωματισμῶν ἢ
ἐπιλήψεων. καὶ ἐν ταῖς ἐσχάταις δὲ μοίραις παρατυγχάνοντες οἱ
ἀστέρες τῶν δωδεκάτη μορίων περὶ τὰ ἄκρα μάλιστα τὰ πάθη
καὶ τὰ σίνη ποιοῦσι διὰ λωβήσεων ἢ ῥευματισμῶν, ἀφ' ὧν
ἐλεφαντιάσεις τε καὶ ὡς ἐπίπαν χειράγραι καὶ ποδάγραι
συμβαίνουσι.
τούτων δὲ οὕτως ἐχόντων, ἐὰν μὲν μηδεὶς τῶν ἀγαθοποιῶν
συσχηματίζηται τοῖς τὰ αἴτια ποιοῦσι κακοποιοῖς ἢ τοῖς
κεκεντρωμένοις φωσίν, ἀνίατα καὶ ἐπαχθῆ τά τε σίνη καὶ τὰ
πάθη γενήσεται, ὡσαύτως δέ, κἂν συσχηματίζωνται μέν,
καθυπερτερῶνται δὲ ὑπὸ τῶν κακοποιῶν ἐν δυνάμει ὄντων⋅
ἐὰν δὲ καὶ αὐτοὶ κατὰ κυρίων ὄντες σχημάτων καθυπερτερῶσι
τοὺς τὸ αἴτιον ἐμποιοῦντας κακοποιούς, τότε τὰ σίνη
εὐσχήμονα καὶ οὐκ ἐπονείδιστα γίνεται καὶ τὰ πάθη μέτρια καὶ
εὐπαρηγόρητα, ἔσθ' ὅτε δὲ καὶ εὐαπάλλακτα ἀνατολικῶν
ὄντων τῶν ἀγαθοποιῶν.
ὁ μὲν γὰρ τοῦ  ιὸς βοηθείαις ἀνθρωπίναις διὰ πλούτων ἢ
ἀξιωμάτων τά τε σίνη κρύπτειν εἴωθε καὶ τὰ πάθη παρηγορεῖν,
σὺν δὲ τῷ τοῦ Ἑρμοῦ καὶ φαρμακείαις ἢ ἰατρῶν ἀγαθῶν
ἐπικουρίαις, ὁ δὲ τῆς Ἀφροδίτης διὰ προφάσεως θεῶν καὶ
χρησμῶν τὰ μὲν σίνη τρόπον τινὰ εὔμορφα καὶ ἐπιχάριτα
κατασκευάζει, τὰ δὲ πάθη ταῖς ἀπὸ θεῶν ἰατρείαις
εὐπαρηγόρητα, τοῦ μέντοι τοῦ Κρόνου προσόντος μετὰ
παραδειγματισμῶν καὶ ἐξαγοριῶν καὶ τῶν τοιούτων, τοῦ δὲ τοῦ
Ἑρμοῦ μετ' ἐπικουρίας καὶ πορισμοῦ τινος ἢ δι' αὐτῶν τῶν
σινῶν ἢ καὶ παθῶν τοῖς ἔχουσι περιγενομένου.
Περὶ ποιότητος ψυχῆς.
Περὶ μὲν οὖν τῶν σωματικῶν συμπτωμάτων ὁ τύπος τῆς
ἐπισκέψεως τοιοῦτος ἄν τις εἴη⋅ τῶν δὲ ψυχικῶν ποιοτήτων αἱ
μὲν περὶ τὸ λογικὸν καὶ νοερὸν μέρος καταλαμβάνονται διὰ τῆς
κατὰ τὸν τοῦ Ἑρμοῦ ἀστέρα θεωρουμένης ἑκάστοτε
περιστάσεως, αἱ δὲ περὶ τὸ αἰσθητικὸν καὶ ἄλογον ἀπὸ τοῦ
σωματωδεστέρου τῶν φώτων, τουτέστι τῆς σελήνης, καὶ τῶν
πρὸς τὰς ἀπορροίας ἢ καὶ τὰς συναφὰς αὐτῆς
συνεσχηματισμένων ἀστέρων.
πολυτροπωτάτου δ' ὄντος τοῦ κατὰ τὰς ψυχικὰς ὁρμὰς εἴδους
εἰκότως ἂν καὶ τὴν τοιαύτην ἐπίσκεψιν οὐχ ἁπλῶς οὐδ' ὡς
ἔτυχε ποιούμεθα, διὰ πλειόνων δὲ καὶ ποικίλων παρατηρήσεων
καὶ γὰρ αἱ τῶν ζῳδίων τῶν περιεχόντων τόν τε τοῦ Ἑρμοῦ καὶ
τὴν σελήνην ἢ τοὺς τὴν ἐπικράτησιν αὐτῶν εἰληφότας ἀστέρας
διαφοραὶ πολὺ δύνανται συμβάλλεσθαι πρὸς τὰ τῶν ψυχῶν
ἰδιώματα καὶ οἱ τῶν λόγον ἐχόντων πρὸς τὸ προκείμενον εἶδος
ἀστέρων σχηματισμοὶ πρὸς τὸν ἥλιόν τε καὶ τὰ κέντρα καὶ ἔτι
τὸ κατ' αὐτὴν τὴν ἑκάστου τῶν ἀστέρων φύσιν πρὸς τὰς
ψυχικὰς κινήσεις ἰδιότροπον.
τῶν μὲν οὖν ζῳδίων καθόλου τὰ μὲν τροπικὰ δημοτικωτέρας
ποιεῖ τὰς ψυχάς, ὀχλικῶν τε καὶ πολιτικῶν πραγμάτων
ἐπιθυμητικάς, ἔτι δὲ καὶ φιλοδόξους καὶ θεοπροσπλόκους,
εὐφυεῖς τε καὶ εὐκινήτους, ζητητικάς τε καὶ εὑρετικάς,
εὐεικάστους καὶ ἀστρολογικὰς καὶ μαντικάς, τὰ δὲ δίσωμα
ποικίλας, εὐμεταβόλους, δυσκαταλήπτους, κούφας,
εὐμεταθέτους, διπλάς, ἐρωτικάς, πολυτρόπους, φιλομούσους,
ῥᾳθύμους, εὐπορίστους, μεταμελητικάς, τὰ δὲ στερεὰ δικαίας,
ἀκολακεύτους, ἐπιμόνους βεβαίας, συνετάς, ὑπομονητικάς,
φιλοπόνους, σκληράς, ἐγκρατεῖς, μνησικάκους, ἐκβιβαστικάς,
ἐριστικάς, φιλοτίμους, στασιώδεις, πλεονεκτικάς, ἀποκρότους,
ἀμεταθέτους.
τῶν δὲ σχηματισμῶν αἱ μὲν ἀνατολικαὶ ὡροσκοπίαι καὶ
μάλιστα αἱ ἰδιοπροσωπίαι ἐλευθερίους καὶ ἁπλᾶς καὶ αὐθάδεις
καὶ ἰσχυρὰς καὶ εὐφυεῖς καὶ ὀξείας καὶ ἀπαρακαλύπτους τὰς
ψυχὰς ἀπεργάζονται, οἱ δὲ ἑῷοι στηριγμοὶ καὶ αἱ
μεσουρανήσεις ἐπιλογιστικάς, ἐπιμόνους, μνημονικάς, βεβαίας,
συνετάς, μεγαλόφρονας, ἀποτελεστικὰς ὧν βούλονται,
ἀτρέπτους, ῥωμαλέας, ἀνεξαπατήτους, κριτικάς, ἐμπράκτους,
κολαστικάς, ἐπιστημονικάς, αἱ δὲ προηγήσεις καὶ αἱ δύσεις
εὐμεταθέτους καὶ ἀβεβαίους, ἀσθενεῖς, ἀφερεπόνους, ἐμπαθεῖς,
ταπεινάς, δειλάς, ἀμφιβόλους, θρασυδείλους, ἀμβλείας,
βλακώδεις, δυσκινήτους, οἱ δὲ ἑσπέριοι στηριγμοὶ καὶ αἱ ὑπὸ
γῆν μεσουρανήσεις, ἔτι δὲ ἐφ' Ἑρμοῦ καὶ Ἀφροδίτης ἡμέρας μὲν
αἱ ἑσπέριοι δύσεις, νυκτὸς δὲ αἱ ἑῷοι, εὐφυεῖς μὲν καὶ
φρενήρεις, οὐκ ἄγαν δὲ μνημονικὰς οὐδ' ἐπιμόχθους ἢ
φιλοπόνους, διερευνητικὰς δὲ τῶν ἀποκρύφων καὶ ζητητικὰς
τῶν ἀθεωρήτων, οἷον μαγικάς, μυστηριακάς, μετεωρολογικάς,
ὀργανικάς, μηχανικάς, θαυματοποιούς, ἀστρολογικάς,
φιλοσόφους, οἰωνοσκοπικάς, ὀνειροκριτικὰς καὶ τὰς ὁμοίας.
πρὸς τούτοις δὲ ἐν ἰδίοις μὲν ἢ καὶ οἰκείοις ὄντες τόποις καὶ
αἱρέσεσιν οἱ τὴν κυρείαν ἔχοντες τῶν ψυχικῶν, καθ' ὃν ἐν ἀρχῇ
διωρισάμεθα τρόπον, προφανῆ καὶ ἀπαραπόδιστα καὶ
αὐθέκαστα καὶ ἐπιτευκτικὰ ποιοῦσι τὰ ἰδιώματα, καὶ μάλισθ'
ὅταν οἱ αὐτοὶ τῶν δύο τόπων ἐπικρατήσωσιν ἅμα, τουτέστι τῷ
μὲν τοῦ Ἑρμοῦ τυγχάνωσιν ὁπωσδήποτε συνεσχηματισμένοι,
τὴν δὲ τῆς σελήνης ἀπόρροιαν ἢ καὶ συναφὴν ἐπέχοντες⋅ μὴ
οὕτως δὲ διακείμενοι ἀλλ' ἐν ἀνοικείοις ὄντες τόποις τὰ μὲν τῆς
ἑαυτῶν φύσεως οἰκεῖα πρὸς τὴν ψυχικὴν ἐνέργειαν ἀνεπίφαντα
καὶ ἀμαυρὰ καὶ ἀτελείωτα καὶ ἀπρόκοπα καθιστᾶσι, τὰ δὲ τῆς
τῶν κρατησάντων ἢ καθυπερτερησάντων ἰσχυρά τε καὶ
ἐπιβλαβῆ τῶν προκειμένων, ὡς ὅταν οἵ τε διὰ τὴν τῶν
κακοποιῶν οἰκείωσιν ἄδικοι καὶ πονηροὶ κρατούντων μὲν
αὐτῶν εὐπροχώρητον καὶ ἀνεμπόδιστον καὶ ἀκίνδυνον καὶ
ἐπίδοξον ἔχωσι τὴν πρὸς τὸ κακῶς ἄλλους ποιεῖν ὁρμήν,
κρατουμένων δὲ ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως κατάφοροι καὶ
ἀνεπίτευκτοι καὶ ἀτιμώρητοι γίνωνται, οἱ δ' αὖ πάλιν διὰ τὴν
τῶν ἀγαθοποιούντων πρὸς τοὺς εἰρημένους ὅρους συνοικείωσιν
ἀγαθοὶ καὶ δίκαιοι ἀκαθυπερτερήτων μὲν ὄντων αὐτοί τε
χαίρωσι καὶ εὐφημῶνται ἐπὶ ταῖς τῶν ἄλλων εὐποιίαις καὶ ὑπὸ
μηδενὸς ἀδικούμενοι ἀλλ' ὀνησιφόρον ἔχοντες τὴν
δικαιοσύνην διατελῶσι, κρατουμένων δὲ ὑπὸ τῶν ἐναντίων
ἀνάπαλιν καὶ δι' αὐτὸ τὸ πρᾷον καὶ φιλάνθρωπον καὶ ἐλεητικὸν
εὐκαταφρόνητοί τε καὶ ἐπίμεμπτοι ἢ ὑπὸ τῶν πλείστων
εὐαδίκητοι τυγχάνωσιν.
ὁ μὲν οὖν καθόλου τρόπος τῆς ἠθικῆς ἐπισκέψεως τοιοῦτός τις
ἂν εἴη, τὰς δὲ κατὰ μέρος ἀπ' αὐτῆς τῆς τῶν ἀστέρων φύσεως
κατὰ τὴν κυρίαν ἀποτελουμένας ἰδιοτροπίας ἑξῆς κατὰ τὸ
κεφαλαιῶδες ἐπεξελευσόμεθα μέχρι τῆς καθ' ὁλοσχέρειαν
θεωρουμένης συγκράσεως.
ὁ μὲν οὖν τοῦ Κρόνου ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν τῆς
ψυχῆς λαβὼν καὶ αὐθεντήσας τοῦ τε Ἑρμοῦ καὶ τοῦ τῆς
σελήνης, ἐὰν μὲν ἐνδόξως ἔχῃ πρός τε τὸ κοσμικὸν καὶ τὰ
κέντρα, ποιεῖ φιλοσωμάτους, ἰσχυρογνώμονας, βαθύφρονας,
αὐστηρούς, μονογνώμονας, ἐπιμόχθους, ἐπιτακτικούς,
κολαστικούς, περιουσιαστικούς, φιλοχρημάτους, βιαίους,
θησαυριστικούς, φθονερούς, ἐναντίως δὲ καὶ ἀδόξως κείμενος
ῥυπαρούς, μικρολόγους, μικροψύχους, ἀδιαφόρους,
κακογνώμονας, βασκάνους, δειλούς, ἀνακεχωρηκότας,
κακολόγους, φιλερήμους, φιλοθρήνους, ἀναιδεῖς,
δεισιδαίμονας, φιλομόχθους, ἀστόργους, ἐπιβουλευτικοὺς τῶν
οἰκείων, ἀνευφράντους, μισοσωμάτους⋅
τῷ δὲ τοῦ  ιὸς κατὰ τὸν ἐκκείμενον τρόπον συνοικειωθεὶς ἐπὶ
μὲν ἐνδόξων πάλιν διαθέσεων ποιεῖ ἀγαθούς, τιμητικοὺς τῶν
πρεσβυτέρων, καθεστῶτας, καλογνώμονας, ἐπικούρους,
κριτικούς, φιλοκτήμονας, μεγαλοψύχους, μεταδοτικούς,
εὐπροαιρέτους, φιλοικείους, πρᾴους, συνετούς, ἀνεκτικούς,
ἐμφιλοσόφους, ἐπὶ δὲ τῶν ἐναντίων ἀπειροκάλους, μανιώδεις,
ψοφοδεεῖς, δεισιδαίμονας, ἱεροφοιτοῦντας, ἐξαγορευτάς,
ὑπόπτους, μισοτέκνους, ἀφίλους, ἐνδομύχους, ἀκρίτους,
ἀπίστους, μωροκάκους, ἰώδεις, ὑποκριτικούς, ἀδρανεῖς,
ἀφιλοτίμους, μεταμελητικούς, αὐστηρούς, δυσεντεύκτους,
δυσπροσίτους, εὐλαβητικούς, εὐήθεις δὲ ὁμοίως καὶ
ἀνεξικάκους⋅
τῷ δὲ τοῦ Ἄρεως συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων
ποιεῖ ἀδιαφόρους, ἐπιπόνους, παρρησιαστικούς, ὀχληρούς,
θρασυδείλους, αὐστηροπράκτους, ἀνελεήμονας,
καταφρονητικούς, τραχεῖς, πολεμικούς, ῥιψοκινδύνους,
φιλοθορύβους, δολίους, ἐνεδρευτάς, δυσμήνιδας, ἀδήκτους,
ὀχλοκόπους, τυραννικούς, πλεονέκτας, μισοπολίτας, φιλέριδας,
μνησικάκους, βαθυπονήρους, δράστας, ἀνυποίστους, σοβαρούς,
φορτικούς, καυχηματίας, κακώτας, ἀδίκους, ἀκαταφρονήτους,
μισανθρώπους, ἀτρέπτους, ἀμεταθέτους, πολυπράγμονας,
εὐαναστρόφους μέντοι καὶ πρακτικοὺς καὶ ἀκαταγωνίστους καὶ
ὅλως ἐπιτευκτικούς, ἐπὶ δὲ τῶν ἐναντίων ἅρπαγας, λῃστάς,
νοθευτάς, κακοπαθεῖς, αἰσχροκερδεῖς, ἀθέους, ἀστόργους,
ὑβριστάς, ἐπιβουλευτικούς, κλέπτας, ἐπιόρκους, μιαιφόνους,
ἀθεμιτοφάγους, κακούργους, ἀνδροφόνους, φαρμακευτάς,
ἱεροσύλους, ἀσεβεῖς, τυμβωρύχους καὶ ὅλως παγκάκους⋅
τῷ δὲ τῆς Ἀφροδίτης συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων
ποιεῖ μισογυναίους, φιλαρχαίους, φιλερήμους, ἀηδεῖς πρὸς τὰς
ἐντεύξεις, ἀφιλοτίμους, μισοκάλους, φθονερούς, αὐστηροὺς
πρὸς συνουσίας, ἀσυμπεριφόρους, μονογνώμονας,
φοιβαστικούς, θρησκευτάς, μυστηρίων καὶ τελετῶν ἐπιθυμητάς,
ἱεροποιούς, ἐνθεαστικούς, θεοπροσπλόκους, σεμνοὺς δὲ καὶ
εὐεντρέπτους, αἰδήμονας, ἐμφιλοσόφους, πιστοὺς πρὸς
συμβιώσεις, ἐγκρατεῖς, ἐπιλογιστικούς, εὐλαβεῖς, ἀγανακτητάς
τε καὶ πρὸς τὰς τῶν γυναικῶν ὑποψίας ζηλοτύπους, ἐπὶ δὲ τῶν
ἐναντίων λάγνους, ἀσελγεῖς, αἰσχροποιούς, ἀδιαφόρους καὶ
ἀκαθάρτους, πρὸς τὰς συνουσίας ἀνάγνους, ἐπιβουλευτικοὺς
θηλυκῶν προσώπων καὶ μάλιστα τῶν οἰκειοτάτων, σαθρούς,
παμψόγους, καταφερεῖς, μισοκάλους, μωμητικούς, κακολόγους,
μεθύσους, λατρευτικούς, ὑπονοθευτάς, ἀθεμίτους, πρὸς τὰς
συνελεύσεις διατιθέντας καὶ διατιθεμένους οὐ μόνον πρὸς τὰ
κατὰ φύσιν ἀλλὰ καὶ τὰ παρὰ φύσιν, πρεσβυτέρων καὶ ἀτίμων
καὶ παρανόμων καὶ θηριωδῶν μίξεων ἐπιθυμητάς, ἀσεβεῖς,
θεῶν καταφρονητικούς, μυστηρίων καὶ ἱερῶν διασυρτικούς,
πάμπαν ἀπίστους, διαβολικούς, φαρμακούς, παντοποιούς⋅
τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων
ποιεῖ περιέργους, φιλοπεύστας, νομίμων ζητητικούς,
φιλιάτρους, μυστικούς, μετόχους ἀποκρύφων καὶ ἀπορρήτων,
τερατουργούς, παραλογιστάς, ἐφημεροβίους, ἐντρεχεῖς,
διοικητικοὺς πραγμάτων καὶ ἀγχίφρονας, περιπίκρους καὶ
ἀκριβεῖς, νήπτας, φιλοφρόνους, φιλοπράκτους, ἐπιτευκτικούς,
ἐπὶ δὲ τῶν ἐναντίων ληρώδεις, μνησικάκους, νηλεεῖς, ταῖς
ψυχαῖς ἐπιμόχθους, μισοϊδίους, φιλοβασάνους, ἀνευφράντους,
νυκτιρέμβους, ἐνεδρευτάς, προδότας, ἀσυμπαθεῖς, κλέπτας,
μαγικούς, φαρμακευτάς, πλαστογράφους, ῥᾳδιουργούς,
ἀποτευκτικούς τε καὶ εὐεμπτώτους.
ὁ δὲ τοῦ  ιὸς ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν τῆς ψυχῆς
λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ μεγαλοψύχους,
χαριστικούς, θεοσεβεῖς, τιμητικούς, ἀπολαυστικούς,
φιλανθρώπους, μεγαλοπρεπεῖς, ἐλευθερίους, δικαίους,
μεγαλόφρονας, σεμνούς, ἰδιοπράγμονας, ἐλεήμονας,
φιλολόγους, εὐεργετικούς, φιλοστόργους, ἡγεμονικούς. ἐπὶ δὲ
τῆς ἐναντίας διαθέσεως τυγχάνων τὰς ὁμοίας μὲν φαντασίας
περιποιεῖ ταῖς ψυχαῖς, ἐπὶ τὸ ταπεινότερον μέντοι καὶ
ἀνεπιφαντότερον καὶ ἀκριτώτερον, οἷον ἀντὶ μὲν μεγαλοψυχίας
ἀσωτίαν, ἀντὶ δὲ θεοσεβείας δεισιδαιμονίαν, ἀντὶ δὲ αἰδοῦς
δειλίαν, ἀντὶ δὲ σεμνότητος οἴησιν, ἀντὶ δὲ φιλανθρωπίας
εὐήθειαν, ἀντὶ δὲ φιλοκαλίας φιληδονίαν, ἀντὶ δὲ
μεγαλοφροσύνης βλακείαν, ἀντὶ δὲ ἐλευθεριότητος ἀδιαφορίαν,
καὶ ὅσα τούτοις παραπλήσια.
τῷ δὲ τοῦ Ἄρεως συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων
ποιεῖ τραχεῖς, μαχίμους, στρατηγικούς, διοικητικούς,
κεκινημένους, ἀνυποτάκτους, θερμούς, παραβόλους,
παρρησιαστάς, πρακτικούς, ἐλεγκτικούς, ἀνυτικούς,
φιλονείκους, ἀρχικούς, εὐεπιβούλους, ἐπιεικεῖς, ἐπάνδρους,
νικητικούς, μεγαλοψύχους δὲ καὶ φιλοτίμους καὶ θυμικοὺς καὶ
κριτικοὺς καὶ ἐπιτευκτικούς, ἐπὶ δὲ τῶν ἐναντίων ὑβριστάς,
ἀδιαφόρους, ὠμούς, ἀνεξιλάστους, στασιαστάς, ἐριστικούς,
μονοπόνους, διαβόλους, οἰηματίας, πλεονέκτας, ἅρπαγας,
ταχυμεταβόλους, κούφους, μεταμελητικούς, ἀστάτους,
προπετεῖς, ἀπίστους, ἀκρίτους, ἀγνώμονας, ἐκστατικούς,
ἐμπατάκτους, μεμψιμοίρους, ἀσώτους, ληρώδεις καὶ ὅλως
ἀνωμάλους καὶ παρακεκινημένους.
τῷ δὲ τῆς Ἀφροδίτης συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων
ποιεῖ καθαρίους, ἀπολαυστικούς, φιλοκάλους, φιλοτέκνους,
φιλοθεώρους, φιλομούσους, ᾠδικούς, φιλοτρόφους, εὐήθεις,
εὐεργετικούς, ἐλεητικούς, ἀκάκους, φιλοθέους, ἀσκητάς,
φιλαγωνιστάς, φρονίμους, φιλητικούς, ἐπαφροδίτους ἐν τῷ
σεμνῷ, λαμπροψύχους, εὐγνώμονας, μεταδοτικούς,
φιλογραμμάτους, κριτικούς, συμμέτρους καὶ εὐσχήμονας πρὸς
τὰ ἀφροδίσια, φιλοικείους, εὐσεβεῖς, φιλοδικαίους,
φιλοκώμους, φιλοδόξους καὶ ὅλως καλούς τε καὶ ἀγαθούς, ἐπὶ
δὲ τῶν ἐναντίων τρυφητάς, ἡδυβίους, θηλυψύχους,
ὀρχηστικούς, γυναικοθύμους, δαπάνους, καταγυναίους,
ἐρωτικούς, λάγνους, καταφερεῖς, μοιχούς, φιλοκόσμους,
ὑπομαλάκους, ῥᾳθύμους, ἀσώτους, ἐπιμώμους, ἐμπαθεῖς,
καλλωπιστάς, γυναικονοήμονας, ἱερῶν ἐγκατόχους,
προαγωγικούς, μυστηριακούς, πιστοὺς μέντοι καὶ ἀπονήρους
καὶ ἐπιχαρίτους καὶ εὐπροσίτους καὶ εὐδιαγώγους καὶ πρὸς τὰς
συμφορὰς ἐλευθεριωτέρους⋅
τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων
ποιεῖ πολυγραμμάτους, φιλολόγους, γεωμέτρας, μαθηματικούς,
ποιητικούς, δημηγορικούς, εὐφυεῖς, σωφρονικούς,
ἀγαθόφρονας, καλοσυμβούλους, πολιτικούς, εὐεργετικούς,
ἐπιτροπικούς, χρηστοήθεις, φιλοδώρους, φιλόχλους,
εὐεπιβούλους, ἐπιτευκτικούς, ἡγεμονικούς, εὐσεβεῖς,
φιλοθέους, εὐχρηματίστους, φιλοστόργους, φιλοικείους,
εὐπαιδεύτους, ἐμφιλοσόφους, ἀξιωματικούς⋅ ἐπὶ δὲ τῶν
ἐναντίων εὐήθεις, ληρώδεις, σφαλλομένους, εὐκαταφρονήτους,
ἐνθουσιαστικούς, θεοπροσπλόκους, φληνάφους, ὑποπίκρους,
προσποιησισόφους, ἀνοήτους, ἀλαζονικούς, ἐπιτηδευτάς,
μαγευτικούς, ὑποκεκινημένους, πολυίστορας δὲ καὶ
μνημονικοὺς καὶ διδασκαλικοὺς καὶ καθαρίους ταῖς ἐπιθυμίαις.
ὁ δὲ τοῦ Ἄρεως ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν τῆς ψυχῆς
λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ γενναίους, ἀρχικούς,
θυμικούς, φιλόπλους, πολυτρόπους, σθεναρούς, παραβόλους,
ῥιψοκινδύνους, ἀνυποτάκτους, ἀδιαφόρους, μονοτόνους, ὀξεῖς,
αὐθάδεις, καταφρονητικούς, τυραννικούς, δράστας, ὀργίλους,
ἡγεμονικούς, ἐπὶ δὲ τῆς ἐναντίας ὠμούς, ὑβριστάς, φιλαίμους,
φιλοθορύβους, δαπάνους, κραυγαστάς, πλήκτας, προπετεῖς,
μεθύσους, ἅρπαγας, ἀνελεήμονας, κακούργους, τεταραγμένους,
μανιώδεις, μισοικείους, ἀθέους.
τῷ δὲ τῆς Ἀφροδίτης συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων
ποιεῖ ἐπιχάριτας, εὐδιαγώγους, φιλεταίρους, ἡδυβίους,
εὐφροσύνους, παιγνιώδεις, ἀφελεῖς, εὐρύθμους, φιλορχηστάς,
ἐρωτικούς, φιλοτέκνους, μιμητικούς, ἀπολαυστικούς,
διασκευαστάς, ἐπάνδρους καὶ εὐκαταφόρους μὲν πρὸς τὰς
ἀφροδισιακὰς ἁμαρτίας, ἐπιτευκτικοὺς δὲ καὶ εὐπεριστόλους
καὶ νουνεχεῖς καὶ δυσεξελέγκτους καὶ ἀδιακρίτους, ἔτι δὲ νέων
ἐπιθυμητικοὺς ἀρρένων τε καὶ θηλειῶν, δαπάνους τε καὶ
ὀξυθύμους καὶ ζηλοτύπους, ἐπὶ δὲ τῶν ἐναντίων
ῥιψοφθάλμους, λάγνους, καταφερεῖς, διασύρτας, μοιχικούς,
ὑβριστάς, ψεύστας, δολοπλόκους, ὑπονοθευτὰς οἰκείων τε καὶ
ἀλλοτρίων, ὀξεῖς ἅμα καὶ προσκορεῖς πρὸς τὰς ἐπιθυμίας,
διαφθορεῖς γυναικῶν καὶ παρθένων, παραβόλους, θερμούς,
ἀτάκτους, ἐνεδρευτάς, ἐπιόρκους, εὐεμπτώτους τε καὶ
φρενοβλαβεῖς, ἐνίοτε δὲ καὶ ἀσώτους, φιλοκόσμους καὶ θρασεῖς
καὶ διατιθεμένους καὶ ἀσελγαίνοντας.
τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων
ποιεῖ στρατηγικούς, δεινούς, δράστας, εὐκινήτους,
ἀκαταφρονήτους, πολυτρόπους, εὑρετικούς, σοφιστάς,
ἐπιπόνους, πανούργους, προγλώσσους, ἐπιθετικούς, δολίους,
ἀστάτους, μεθοδευτάς, κακοτέχνους, ὀξύφρονας, ἐξαπατητάς,
ὑποκριτικούς, ἐνεδρευτάς, κακοτρόπους, πολυπράγμονας,
φιλοπονήρους, ἐπιτευκτικοὺς δ' ἄλλως καὶ πρὸς τοὺς ὁμοίους
εὐσυνθέτους καὶ εὐσυνδεξιάστους καὶ ὅλως ἐχθρῶν μὲν
βλαπτικούς, φίλων δὲ εὐποιητικούς, ἐπὶ δὲ τῶν ἐναντίων
δαπάνους, πλεονέκτας, ὠμούς, παραβόλους, τολμηρούς,
μεταμελητικούς, ἐμπατάκτους, παρακεκινημένους, ψεύστας,
κλέπτας, ἀθέους, ἐπιόρκους, ἐπιθέτας, στασιαστάς, ἐμπρηστάς,
θεατροκόπους, ἐφυβρίστους, λῃστρικούς, τοιχωρύχους,
μιαιφόνους, πλαστογράφους, ῥᾳδιουργούς, γόητας, μάγους,
φαρμάκους, ἀνδροφόνους.
ὁ δὲ τῆς Ἀφροδίτης μόνος τὴν οἰκοδεσποτείαν τῆς ψυχῆς λαβὼν
ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ προσηνεῖς, ἀγαθούς,
τρυφητάς, λογίους, καθαρίους, εὐφροσύνους, φιλορχηστάς,
καλοζήλους, μισοπονήρους, φιλοτέχνους, φιλοθεωτάτους,
εὐσχήμονας, εὐεκτικούς, εὐονείρους, φιλοστόργους,
εὐεργετικούς, ἐλεήμονας, σικχούς, εὐσυναλλάκτους,
ἐπιτευκτικοὺς καὶ ὅλως ἐπαφροδίτους, ἐπὶ δὲ τῆς ἐναντίας
ῥᾳθύμους, ἐρωτικούς, τεθηλυσμένους, γυναικώδεις, ἀτόλμους,
ἀδιαφόρους, καταφερεῖς, ἐπιψόγους, ἀνεπιφάντους,
ἐπονειδίστους.
τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων
ποιεῖ φιλοτέχνους, ἐμφιλοσόφους, ἐπιστημονικούς, εὐφυεῖς,
ποιητικούς, φιλομούσους, φιλοκάλους, χρηστοήθεις,
ἀπολαυστικούς, τρυφεροδιαίτους, εὐφροσύνους, φιλοφίλους,
εὐσεβεῖς, συνετούς, πολυμηχάνους, διανοητικούς,
εὐεπιβούλους, κατορθωτικούς, ταχυμαθεῖς, αὐτοδιδάκτους,
ζηλωτὰς τῶν ἀρίστων, μιμητὰς τῶν καλῶν, εὐστόμους καὶ
ἐπιχάριτας τῷ λόγῳ, ἐρασμίους, εὐαρμόστους, τοῖς ἤθεσι
σπουδαίους, φιλάθλους, ὀρθούς, κριτικούς, μεγαλόφρονας, τῶν
δὲ ἀφροδισίων πρὸς μὲν τὰ γυναικεῖα φυλακτικούς, πρὸς δὲ τὰ
παιδικὰ μᾶλλον κεκινημένους καὶ ζηλοτύπους, ἐπὶ δὲ τῆς
ἐναντίας ἐπιθέτας, πολυμηχάνους, κακοστόμους,
ἀλλοπροσάλλους, κακογνώμονας, ἐξαπατητάς, κυκητάς,
ψεύστας, διαβόλους, ἐπιόρκους, βαθυπονήρους,
ἐπιβουλευτικούς, ἀσυνθέτους, ἀδεξιάστους, νοθευτάς,
γυναικῶν διαφθορέας καὶ παίδων, ἔτι δὲ καλλωπιστάς,
ὑπομαλάκους, ἐπιψόγους, κακοφήμους, πολυθρυλλήτους,
παντοπράκτας καὶ ἐνίοτε μὲν ἐπὶ διαφθορᾷ τὰ τοιαῦτα
ὑποκρινομένους, ἐνίοτε δὲ καὶ ταῖς ἀληθείαις διατιθεμένους τε
καὶ αἰσχροποιοῦντας καὶ ποικίλοις πάθεσιν ὑβριζομένους.
ὁ δὲ τοῦ Ἑρμοῦ ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν τῆς ψυχῆς
λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ τοὺς γεννωμένους
συνετούς, ἀγχίνους, νοήμονας, πολυίστορας, εὑρετικούς,
ἐμπείρους, λογικούς, φυσιολόγους, θεωρητικούς, εὐφυεῖς,
ζηλωτικούς, εὐεργετικούς, ἐπιλογιστικούς, εὐστόχους,
μαθηματικούς, μυστηριακούς, ἐπιτευκτικούς, ἐπὶ δὲ τῆς
ἐναντίας πανούργους, προπετεῖς, ἐπιλήσμονας, ὁρμητάς,
κούφους, εὐμεταβόλους, μεταμελητικούς, μωροκάκους,
ἄφρονας, ἁμαρτωλούς, ψεύστας, ἀδιαφόρους, ἀστάτους,
ἀπίστους, πλεονέκτας, ἀδίκους καὶ ὅλως σφαλερούς τε τῇ
διανοίᾳ καὶ καταφόρους τοῖς ἁμαρτήμασι.
τούτων δὲ οὕτως ἐχόντων συμβάλλεται μέντοι καὶ αὐτὴ ἡ τῆς
σελήνης κατάστασις, ἐπειδήπερ ἐν μὲν ταῖς καμπίαις
τυγχάνουσα τοῦ τε νοτίου καὶ βορείου πέρατος συνεργεῖ τοῖς
ψυχικοῖς ἰδιώμασιν ἐπὶ τὸ πολυτροπώτερον καὶ τὸ
πολυμηχανώτερον καὶ εὐμεταβολώτερον, ἐπὶ δὲ τῶν
συνδέσμων ἐπὶ τὸ ὀξύτερον καὶ πρακτικώτερον καὶ
εὐκινητότερον⋅ ἔτι δὲ ἐν μὲν ταῖς ἀνατολαῖς καὶ ταῖς τῶν φώτων
αὐξήσεσιν ἐπὶ τὸ εὐφυέστερον καὶ προφανέστερον καὶ
βεβαιότερον καὶ παρρησιαστικώτερον, ἐν δὲ ταῖς μειώσεσι τῶν
φώτων ἢ ταῖς κρύψεσιν ἐπὶ τὸ νωχελέστερον καὶ ἀμβλύτερον
καὶ μεταμελητικώτερον καὶ εὐλαβέστερον καὶ
ἀνεπιφανέστερον⋅ συμβάλλεται δὲ καὶ ὁ ἥλιος συνοικειωθείς
πως τῷ τῆς ψυχικῆς κράσεως οἰκοδεσποτήσαντι κατὰ μὲν τὸ
ἔνδοξον πάλιν τῆς διαθέσεως ἐπὶ τὸ δικαιότερον καὶ
ἀνυτικώτερον καὶ τιμητικώτερον καὶ σεμνότερον καὶ
θεοσεβέστερον, κατὰ δὲ τὸ ἐναντίον καὶ ἀνοίκειον ἐπὶ τὸ
ταπεινότερον καὶ ἐπιπονώτερον καὶ ἀσεμνότερον καὶ ὠμότερον
καὶ μονογνωμονέστερον καὶ αὐστηρότερον καὶ
δυσδιαγωγότερον καὶ ὅλως ἐπὶ τὸ δυσ-κατορθώτερον.
Περὶ παθῶν ψυχικῶν.
Ἐπεὶ δὲ τοῖς τῆς ψυχῆς ἰδιώμασιν ἀκολουθεῖ πως καὶ ὁ περὶ τῶν
ἐξαιρέτων αὐτῆς παθῶν λόγος, καθόλου μὲν πάλιν
ἐπισημαίνεσθαι καὶ παρατηρεῖν προσήκει τόν τε τοῦ Ἑρμοῦ
ἀστέρα καὶ τὴν σελήνην, πῶς ἔχουσι πρός τε ἀλλήλους καὶ τὰ
κέντρα καὶ τοὺς πρὸς κάκωσιν οἰκείους τῶν ἀστέρων, ὡς ἐάν τε
αὐτοὶ ἀσύνδετοι ὄντες πρὸς ἀλλήλους, ἐάν τε πρὸς τὸν
ἀνατολικὸν ὁρίζοντα καθυπερτερηθῶσιν ἢ ἐμπερισχεθῶσιν ἢ
διαμηκισθῶσιν ὑπὸ τῶν ἀνοικείως καὶ βλαπτικῶς
ἐσχηματισμένων, ποικίλων παθῶν περὶ τὰς ψυχικὰς ἰδιοτροπίας
συμπιπτόντων εἰσὶ ποιητικοί. τῆς διακρίσεως αὐτῶν πάλιν
θεωρουμένης ἀπὸ τῆς προκατειλημμένης τῶν τοῖς τόποις
συνοικειωθέντων ἀστέρων ἰδιοτροπίας.
τὰ μὲν οὖν πλεῖστα τῶν μετριωτέρων παθῶν σχεδὸν καὶ ἐν τοῖς
ἔμπροσθεν περὶ τῶν τῆς ψυχῆς ἰδιωμάτων ῥηθεῖσι διακέκριται
τῆς ἐπιτάσεως αὐτῶν ἐκ τῆς τῶν κακούντων ὑπερβολῆς
συνορᾶσθαι δυναμένης, ἐπειδήπερ ἤδη τις ἂν εἰκότως εἴποι
πάθη καὶ τὰ ἄκρα τῶν ἠθῶν καὶ ἤτοι ἐλλείποντα ἢ καὶ
πλεονάζοντα τῆς μεσότητος⋅ τὰ δὲ ἐξαίρετον ἔχοντα τὴν
ἀμετρίαν καὶ ὥσπερ νοσηματώδη καὶ παρὰ ὅλην τὴν φύσιν καὶ
περὶ αὐτὸ τὸ διανοητικὸν τῆς ψυχῆς μέρος καὶ περὶ τὸ
παθητικὸν ὡς ἐν τύπῳ τοιαύτης ἔτυχε παρατηρήσεως.
ἐπιληπτικοὶ μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ γίνονται, ὅσοι τῆς σελήνης
καὶ τοῦ τοῦ Ἑρμοῦ, ὥσπερ εἴπομεν, ἢ ἀλλήλοις ἢ τῷ
ἀνατολικῷ ὁρίζοντι ἀσυνδέτων ὄντων τὸν μὲν τοῦ Κρόνου
ἡμέρας, τὸν δὲ τοῦ Ἄρεως νυκτός, ἔχουσιν ἐπίκεντρον καὶ
κατοπτεύοντα τὸ προκείμενον σχῆμα, μανιώδεις δέ, ὅταν ἐπὶ
τῶν αὐτῶν ἀνάπαλιν ὁ μὲν τοῦ Κρόνου νυκτός, ὁ δὲ τοῦ
Ἄρεως ἡμέρας, κεκυριευκὼς ᾖ τοῦ σχήματος, καὶ μάλιστα ἐν
Καρκίνῳ ἢ Παρθένῳ ἢ Ἰχθύσι, δαιμονιόπληκτοι δὲ καὶ
ὑγροκέφαλοι, ὅταν οὕτως ἔχοντες οἱ κακοποιοῦντες ἐπὶ φάσεως
οὖσαν κατέχωσι τὴν σελήνην, ὁ μὲν τοῦ Κρόνου
συνοδεύουσαν, ὁ δὲ τοῦ Ἄρεως πανσεληνιάζουσαν, μάλιστα δὲ
ἐν Τοξότῃ καὶ Ἰχθύσι.
μόνοι μὲν οὖν οἱ κακοποιοὶ κατὰ τὸν προειρημένον τρόπον τὴν
ἐπικράτησιν τοῦ σχήματος λαβόντες ἀνίατα μὲν ἀνεπίφαντα δὲ
ὅμως καὶ ἀπαραδειγμάτιστα ποιοῦσι τὰ προκείμενα τοῦ
διανοητικοῦ τῆς ψυχῆς νοσήματα⋅ συνοικειωθέντων δὲ τῶν
ἀγαθοποιῶν  ιός τε καὶ Ἀφροδίτης ἐπὶ μὲν τῶν λιβικῶν μερῶν
ὄντες αὐτοὶ τῶν ἀγαθοποιῶν ἐν τοῖς ἀπηλιωτικοῖς
κεκεντρωμένων ἰάσιμα μὲν εὐπαραδειγμάτιστα δὲ ποιοῦσι τὰ
πάθη. ἐπὶ μὲν τοῦ τοῦ  ιὸς διὰ θεραπειῶν ἰατρικῶν καὶ ἤτοι
διαιτητικῆς ἀγωγῆς ἢ φαρμακείας, ἐπὶ δὲ τοῦ τῆς Ἀφροδίτης διὰ
χρησμῶν καὶ τῆς ἀπὸ θεῶν ἐπικουρίας, ἐπὶ δὲ τῶν ἀπηλιωτικῶν
αὐτοὶ κεκεντρωμένοι τῶν ἀγαθοποιῶν δυνόντων ἀνίατά τε ἅμα
καὶ πολυθρύλλητα καὶ ἐπιφανέστατα ποιοῦσι τὰ νοσήματα,
κατὰ μὲν τὰς ἐπιληψίας συνεχείαις καὶ περιβοησίαις καὶ
κινδύνοις θανατικοῖς τοὺς πάσχοντας περικυλίοντες, κατὰ δὲ
τὰς μανίας καὶ ἐκστάσεις ἀκατασχεσίαις καὶ ἀπαλλοτριώσεσι
τῶν οἰκείων καὶ γυμνητείαις καὶ βλασφημίαις καὶ τοῖς τοιούτοις,
κατὰ δὲ τὰς δαιμονιοπληξίας ἢ τὰς τῶν ὑγρῶν ὀχλήσεις
ἐνθουσιασμοῖς καὶ ἐξαγορείαις καὶ αἰκίαις καὶ τοῖς ὁμοίοις τῶν
παραδειγματισμῶν.
ἰδίως δὲ καὶ τῶν τὸ σχῆμα περιεχόντων τόπων οἱ μὲν ἡλίου καὶ
οἱ τοῦ Ἄρεως πρὸς τὰς μανίας μάλιστα συνεργοῦσιν, οἱ δὲ τοῦ
 ιὸς καὶ Ἑρμοῦ πρὸς τὰς ἐπιληψίας, οἱ δὲ τῆς Ἀφροδίτης πρὸς
τὰς θεοφορίας καὶ ἐξαγορείας, οἱ δὲ τοῦ Κρόνου καὶ σελήνης
πρὸς τὰς τῶν ὑγρῶν ὀχλήσεις καὶ τὰς δαιμονιοπληξίας.
ἡ μὲν οὖν περὶ τὸ ποιητικὸν τῆς ψυχῆς καθ' ὅλας τὰς φύσεις
νοσηματικὴ παραλλαγὴ σχεδὸν ἔν τε τοῖς τοιούτοις ἐστὶν εἴδεσι
καὶ διὰ τῶν τοιούτων ἀποτελεῖται σχηματισμῶν, ἡ δὲ τῶν περὶ
τὸ παθητικὸν κατὰ τοῦτο πάλιν τὸ ἐξαίρετον θεωρουμένη
καταφαίνεται μάλιστα περὶ τὰς κατ' αὐτὸ τὸ γένος τοῦ ἄρρενος
καὶ θήλεως ὑπερβολὰς καὶ ἐλλείψεις τοῦ κατὰ φύσιν,
διαλαμβάνεται δὲ ἐπισκεπτικῶς κατὰ τὸν ὅμοιον τῷ
προκειμένῳ τρόπον, τοῦ ἡλίου μέντοι μετὰ τῆς σελήνης ἀντὶ
τοῦ Ἑρμοῦ παραλαμβανομένου καὶ τῆς τοῦ Ἄρεως σὺν τῷ τῆς
Ἀφροδίτης πρὸς αὐτοὺς συνοικειώσεως⋅ τούτων γὰρ οὕτως ὑπ'
ὄψιν πιπτόντων,
ἐὰν μὲν μόνα τὰ φῶτα ἐν ἀρσενικοῖς ᾖ ζῳδίοις, οἱ μὲν ἄνδρες
ὑπερβάλλουσι τοῦ κατὰ φύσιν αἱ δὲ γυναῖκες τοῦ παρὰ φύσιν
πρὸς τὸ ἔπανδρον ἁπλῶς τῆς ψυχῆς, καὶ δραστικώτερον, ἐὰν δὲ
καὶ ὁ τοῦ Ἄρεως καὶ ὁ τῆς Ἀφροδίτης ἤτοι ὁπότερος ἢ καὶ
ἀμφότεροι ἠρρενωμένοι ὦσιν, οἱ μὲν ἄνδρες πρὸς τὰς κατὰ
φύσιν συνουσίας γίνονται καταφερεῖς καὶ μοιχικοὶ καὶ
ἀκόρεστοι καὶ ἐν παντὶ καιρῷ πρόχειροι πρός τε τὰ αἰσχρὰ καὶ
τὰ παράνομα τῶν ἀφροδισίων, αἱ δὲ γυναῖκες πρὸς τὰς παρὰ
φύσιν ὁμιλίας λάγνοι καὶ ῥιψόφθαλμοι καὶ αἱ καλούμεναι
τριβάδες⋅ διατιθέασι γὰρ θηλείας ἀνδρῶν ἔργα ἐπιτελούσας,
κἂν μὲν μόνος ὁ τῆς Ἀφροδίτης ἠρρενωμένος ᾖ, λάθρᾳ καὶ οὐκ
ἀναφανδόν, ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως, ἄντικρυς, ὥστε ἐνίοτε καὶ
νομίμας ὥσπερ γυναῖκας τὰς διατιθεμένας ἀναδεικνύειν.
τὸ δὲ ἐναντίον τῶν φώτων κατὰ τὸν ἐκκείμενον σχηματισμὸν
ἐν θηλυκοῖς ζῳδίοις ὑπαρχόντων μόνον αἱ μὲν γυναῖκες
ὑπερβάλλουσι τοῦ κατὰ φύσιν, οἱ δὲ ἄνδρες τοῦ παρὰ φύσιν
πρὸς τὸ εὔθρυπτον καὶ τεθηλυσμένον τῆς ψυχῆς. ἐὰν δὲ καὶ ὁ
τῆς Ἀφροδίτης ᾖ τεθηλυσμένος, αἱ μὲν γυναῖκες καταφερεῖς τε
καὶ μοιχάδες καὶ λάγνοι γίνονται πρὸς τὸ διατίθεσθαι κατὰ
φύσιν ἐν παντί τε καιρῷ καὶ ὑπὸ παντὸς οὑτινοσοῦν, ὡς
μηδενὸς ἁπλῶς, ἐάν τε αἰσχρὸν ᾖ ἐάν τε παράνομον, ἀπ-
έχεσθαι τῶν ἀφροδισίων, οἱ δὲ ἄνδρες μαλακοί τε καὶ σαθροὶ
πρὸς τὰς παρὰ φύσιν συνουσίας καὶ γυναικῶν ἔργα
διατιθέμενοι παθητικῶς, ἀποκρύφως μέντοι καὶ λεληθότως. ἐὰν
δὲ καὶ ὁ τοῦ Ἄρεως ᾖ τεθηλυσμένος, ἄντικρυς καὶ μετὰ
παρρησίας ἀναισχυντοῦσι τὰ προκείμενα καθ' ἑκάτερον εἶδος
ἀποτελοῦντες τὸ πορνικὸν καὶ πολύκοινον καὶ πολύψογον καὶ
πάναισχρον σχῆμα περιβαλλόμενοι μέχρι τῆς κατὰ τὴν
λοιδορίαν καὶ τὴν τῆς χρήσεως ὕβριν σημειώσεως.
συμβάλλονται δὲ καὶ οἱ μὲν ἀνατολικοὶ καὶ ἑῷοι σχηματισμοί,
τοῦ τε τοῦ Ἄρεως καὶ τοῦ τῆς Ἀφροδίτης πρός τε τὸ
ἐπανδρότερον καὶ εὐδιαβοητότερον, οἱ δὲ δυτικοὶ καὶ ἑσπέριοι
πρός τε τὸ θηλυκώτερον καὶ τὸ κατασταλτικώτερον⋅ ὁμοίως δὲ
καὶ ὁ μὲν τοῦ Κρόνου συμπροσγενόμενος ἐπὶ τὸ ἀσελγέστερον
καὶ ἀκαθαρτότερον ἢ καὶ ἐπονειδιστότερον ἑκάστῳ τῶν
ἐκκειμένων πέφυκε συνεργεῖν, ὁ δὲ τοῦ  ιὸς πρὸς τὸ
εὐσχημονέστερον καὶ φυλακτικώτερον καὶ αἰδημονέστερον, ὁ
δὲ τοῦ Ἑρμοῦ πρός τε τὸ περιβοητότερον καὶ τὸ τῶν παθῶν
εὐκινητότερον καὶ πολυτροπώτερον καὶ εὖ προσκοπώτερον
ΒΙΒΛΙΟΝ Δ

Τάδε ἔνεστιν ἐν τῷ δ βιβλίῳ
προοίμιον.
περὶ τύχης κτητικῆς.
περὶ τύχης ἀξιωματικῆς.
περὶ πράξεως ποιότητος.
περὶ συναρμογῶν.
περὶ τέκνων.
περὶ φίλων καὶ ἐχθρῶν.
περὶ ξενιτείας.
περὶ θανάτου ποιότητος.
περὶ χρόνων διαιρέσεως.
Προοίμιον
Τὰ μὲν οὖν πρὸ τῆς γενέσεως καὶ τὰ κατ' αὐτὴν τὴν γένεσιν
δυνάμενα θεωρεῖσθαι καὶ ἔτι τῶν μετὰ τὴν γένεσιν, ὅσα τῆς
συστάσεώς ἐστιν ἴδια τὸ καθόλου ποῖον τῶν συγκριμάτων
ἐμφαίνοντα, σχεδὸν ταῦτα ἂν εἴη τῶν δὲ κατὰ τὸ ἐκτὸς
συμβεβηκότων καὶ ἐφεξῆς ὀφειλόντων διαλαμβάνεσθαι
προηγεῖται μὲν ὁ περὶ τυχῆς κτητικῆς τε καὶ ἀξιωματικῆς λόγος,
συνῆπται δ' ὥσπερ ἡ μὲν κτητικὴ ταῖς τοῦ σώματος
οἰκειώσεσιν, ἡ δὲ ἀξιωματικὴ ταῖς τῆς ψυχῆς.
Περὶ τύχης κτητικῆς.
Τὰ μὲν οὖν τῆς κτήσεως ὁποῖά τινα ἔσται, ληπτέον ἀπὸ τοῦ
καλουμένου κλήρου τῆς τύχης, μόνου μέντοι, καθ' ὃν πάντοτε
τὴν ἀπὸ τοῦ ἡλίου ἐπὶ τὴν σελήνην διάστασιν ἐκβάλλομεν ἀπὸ
τοῦ ὡροσκόπου καὶ ἐπὶ τῶν ἡμέρας καὶ ἐπὶ τῶν νυκτὸς
γεννωμένων, δι' ἃς εἴπομεν ἐν τοῖς περὶ χρόνων ζωῆς αἰτίας.
σκοπεῖν οὖν δεήσει τοὺς τοῦ συνισταμένου τὸν τρόπον τοῦτον
δωδεκατημορίου λαβόντας τὴν οἰκοδεσποτείαν, καὶ πῶς
ἔχουσιν οὗτοι δυνάμεως καὶ οἰκειότητος, καθ' ὃν ἐν ἀρχῇ
διωρισάμεθα τρόπον, ἔτι δὲ καὶ τοὺς συσχηματιζομένους αὐτοῖς
ἢ τοὺς καθυπερτεροῦντας τῶν τῆς αὐτῆς ἢ τῆς ἐναντίας
αἱρέσεως.
ἐν δυνάμει μὲν γὰρ ὄντες οἱ τοῦ κλήρου τὴν οἰκοδεσποτείαν
λαβόντες ποιοῦσι πολυκτήμονας, καὶ μάλιστα, ὅταν ὑπὸ τῶν
φώτων οἰκείως τύχωσι μαρτυρηθέντεξ, ἀλλ' ὁ μὲν τοῦ Κρόνου
διὰ θεμελίων ἢ γεωργιῶν ἢ ναυκληριῶν, ὁ δὲ τοῦ  ιὸς διὰ
πίστεων ἢ ἐπιτροπειῶν ἢ ἱερατειῶν, ὁ δὲ τοῦ ῎Αρεως διὰ
στρατειῶν καὶ ἡγεμονιῶν, ὁ δὲ τῆς ᾿Αφροδίτης διὰ φιλικῶν καὶ
γυναικείων δωρεῶν, ὁ δὲ τοῦ ῾Ερμοῦ διὰ λόγων καὶ ἐμποριῶν.
ἰδίως δ' ὁ τοῦ Κρόνου τῇ κτητικῇ τύχῃ συνοικειούμενος, ἐὰν
τῷ τοῦ  ιὸς συσχηματισθῇ, κληρονομίας περιποιεῖ, καὶ μάλιστα
ὅταν ἐπὶ τῶν ἄνω κέντρων τοῦτο συμβῇ τοῦ τοῦ  ιὸς ἐν
δισώμῳ ζῳδίῳ τυχόντος ἢ καὶ τὴν συναφὴν τῆς σελήνης
ἐπέχοντος· τότε γὰρ καὶ εἰς παιδοποιίαν ἀνεχθέντες ἀλλότρια
κληρονομοῦσι· κἂν μὲν οἱ τῆς αὐτῆς αἱρέσεως τοῖς
οἰκοδεσπόταις τὰς μαρτυρίας τῶν οἰκοδεσποτειῶν αὐτοῖς
τύχωσι ποιούμενοι, τὰς κτήσεις ἀκαθαιρέτους διαφυλάττουσιν,
ἐὰν δὲ οἱ τῆς ἐναντίας αἱρέσεως καθυπερτερήσωσι τοὺς κυρίους
τόπους ἢ ἐπανενεχθῶσιν αὐτοῖς, καθαιρέσεις ποιοῦνται, τῶν
ὑπαρχόντων τοῦ καθολικοῦ καιροῦ λαμβανομένων διὰ τῆς τῶν
τὸ αἴτιον ποιούντων πρὸς τὰ κέντρα καὶ τὰς ἐπαναφορὰς
προσνεύσεως.
Περὶ τύχης ἀξιωματικῆς.
Τὰ δὲ τῆς ἀξίας καὶ τῆς τοιαύτης εὐδαιμονίας δεήσει σκοπεῖν
ἀπό τε τῆς τῶν φώτων διαθέσεως καὶ τῆς τῶν δορυφορούντων
ἀστέρων οἰκειώσεως [αὐτοῖς]· ἐν ἀρρενικοῖς μὲν γὰρ ζῳδίοις
ὄντων ἀμφοτέρων τῶν φώτων καὶ ἐπικέντρων ἤτοι ἀμφοτέρων
πάλιν ἢ καὶ τοῦ ἑτέρου, μάλιστα δὲ τοῦ τῆς αἱρέσεως, καὶ
δορυφορουμένων ὑπὸ τῶν πέντε πλανωμένων, ἡλίου μὲν ὑπὸ
ἑῴων, σελήνης δὲ ὑπὸ ἑσπερίων, οἱ γεννώμενοι βασιλεῖς
ἔσονται.
καὶ ἐὰν μὲν οἱ δορυφοροῦντες ἀστέρες ἤτοι ἐπίκεντροι καὶ
αὐτοὶ ὦσιν ἢ πρὸς τὸ ὑπὲρ γῆν κέντρον συσχηματίζωνται,
μεγάλοι καὶ δυναμικοὶ καὶ κοσμοκράτορες διατελοῦσι, καὶ ἔτι
μᾶλλον εὐδαίμονες, ἐὰν οἱ δορυφοροῦντες δεξιοὶ τοῖς ὑπὲρ γῆν
κέντροις συσχηματίζωνται, ἐὰν δὲ τῶν ἄλλων οὕτως ἐχόντων
μόνος ὁ ἥλιος ᾖ ἐν ἀρρενικῷ ἡ δὲ σελήνη ἐν θηλυκῷ,
ἐπίκεντρον δὲ τὸ ἕτερον τῶν φώτων, ἡγεμόνες μόνον ἔσονται
ζωῆς καὶ θανάτου κύριοι, ἐὰν δὲ πρὸς τούτοις μηδὲ οἱ
δορυφοροῦντες ἀστέρες ἐπίκεντροι ὦσιν ἢ μαρτυρήσωσι τοῖς
κέντροις, μεγάλοι μόνον ἔσονται καὶ ἐν ἀξιώμασι τοῖς ἀπὸ
μέρους στεμματηφορικοῖς ἢ ἐπιτροπικοῖς ἢ στρατοπεδαρχικοῖς
ἢ ἱερατικοῖς καὶ οὐχὶ τοῖς ἡγεμονικοῖς.
ἐὰν δὲ τὰ μὲν φῶτα μὴ ᾖ ἐπίκεντρα, τῶν δὲ δορυφορούντων
ἀστέρων οἱ πλεῖστοι ἤτοι ἐπίκεντροι ὦσιν ἢ συσχηματίζωνται
τοῖς κέντροις, ἐν ἀξιώμασι μὲν ἐπιφανεστέροις οὐ γενήσονται,
ἐν προαγωγαῖς δὲ πολιτικαῖς καὶ μετριότητι περὶ τὰς κατὰ τὸν
βίον προλήψεις· μηδὲ τῶν δορυφορούντων μέντοι τοῖς κέντροις
συνοικειωθέντων ἀνεπίφαντοι ταῖς πράξεσι καὶ ἀπρόκοποι
καθίστανται, τέλεον δὲ ταπεινοὶ καὶ κακοδαίμονες γίνονται ταῖς
τύχαις, ὅταν μηδέτερον τῶν φώτων μήτε κεκεντρωμένον μήτ'
ἐν ἀρρενικῷ ζῳδίῳ τυγχάνῃ μήτε δορυφορῆται ὑπὸ τῶν
ἀγαθοποιῶν.
ὁ μὲν οὖν καθόλου τύπος τῆς προκειμένης ἐπισκέψεως
τοιαύτην τινὰ τὴν αὐξομείωσιν ἔχει τῶν ἀξιωμάτων, τὰς δὲ
μεταξὺ τούτων καταστάσεις παμπληθεῖς οὔσας
καταστοχαστέον ἀπὸ τῶν περὶ αὐτὸ τὸ εἶδος τῶν τε φώτων καὶ
τῆς δορυφορίας αὐτῶν ἐπὶ μέρους ἐναλλοιώσεως καὶ τῆς κυρίας
τῶν δορυφορήσεωνἦ ταύτης γὰρ περὶ μὲν τοὺς τὴν αἵρεσιν
ἔχοντας ἢ τοὺς ἀγαθοποιοὺς συνισταμένης τὸ αὐθεντικώτερον
καὶ ἀπταιστότερον τοῖς ἀξιώμασι παρακολουθεῖ, περὶ δὲ τοὺς
ἐναντίους ἢ τοὺς κακοποιοὺς τὸ ὑποτεταγμένον καὶ
ἐπισφαλέστερον, καὶ τὸ τῆς ἀξίας δὲ τῆς ἐσομένης εἶδος ἀπὸ
τῆς τῶν δορυφορησάντων ἀστέρων ἰδιοτροπίας θεωρητέον,
ἐπειδήπερ ὁ μὲν τοῦ Κρόνου τὴν κυρίαν τῆς δορυφορίας ἔχων
ἐπὶ πολυκτημοσύνῃ καὶ συναγωγῇ χρημάτων τὰς δυναστείας
ποιεῖ, ὁ δὲ τοῦ  ιὸς ἢ ὁ τῆς ᾿Αφροδίτης ἐπὶ χάρισι καὶ δωρεαῖς
καὶ τιμαῖς καὶ μεγαλοψυχίαις, ὁ δὲ τοῦ ῎Αρεως ἐπὶ
στρατηλασίαις καὶ νίκαις καὶ φόβοις τῶν ὑποτεταγμένων, ὁ δὲ
τοῦ ῾Ερμοῦ διὰ σύνεσιν ἢ παιδείαν καὶ ἐπιμέλειαν καὶ
οἰκονομίαν τῶν πραγμάτων.
Περὶ πράξεως ποιότητος.
῾Ο δὲ τῆς πράξεως τὴν κυρίαν ἔχων λαμβάνεται κατὰ τρόπους
δύο, ἀπό τε τοῦ ἡλίου καὶ τοῦ μεσουρανοῦντος ζῳδίουἦ
σκοπεῖν γὰρ δεήσει τόν τε φάσιν ἑῴαν ἔγγιστα πρὸς ἥλιον
πεποιημένον καὶ τὸν ἐπὶ τοῦ μεσουρανήματος, ὅταν μάλιστα
τὴν συναφὴν τῆς σελήνης ἐπέχῃ, κἂν μὲν ὁ αὐτὸς ᾖ ἀστὴρ ὁ
ἀμφότερα ἔχων τὰ εἰρημένα, τούτῳ μόνῳ προσχρηστέον,
ὁμοίως δέ, κἂν τὸ ἕτερον μηδὲ εἷς ἔχῃ, τῷ τὸ ἕτερον εἰληφότι
μόνῳ, ἐὰν δὲ ἕτερος ᾖ ὁ τὴν ἔγγιστα φάσιν πεποιημένος καὶ
ἕτερος ὁ τῷ μεσουρανήματι καὶ τῇ σελήνῃ συνοικειούμενος,
ἀμφοτέροις προσχρηστέον τὰ πρωτεῖα διδόντας τῷ κατ'
ἐπικράτησιν πλείους ἔχοντι ψήφους οἰκοδεσποτείας, καθ' ὃν
προεκτεθείμεθα τρόπονἦ ἐὰν δὲ μηδὲ εἷς εὑρίσκηται μήτε
φάσιν πεποιημένος μήτε ἐπὶ τοῦ μεσουρανήματος, τὸν κύριον
αὐτοῦ παραληπτέον, πρὸς ἐπιτηδεύσεις μέντοι τὰς κατὰ
καιρούςἦ ἄπρακτοι γὰρ ὡς ἐπίπαν οἱ τοιοῦτοι γίνονται.
ὁ μὲν οὖν τῆς πράξεως τὴν οἰκοδεσποτείαν ἀστὴρ λαβὼν οὕτως
ἡμῖν διακριθήσεται, τὸ δὲ ποῖον τῶν πράξεων ἔκ τε τῆς
ἰδιοτροπίας τῶν τριῶν ἀστέρων ῎Αρεως καὶ ᾿Αφροδίτης καὶ
῾Ερμοῦ καὶ τῆς τῶν ζῳδίων, ἐν οἷς ἂν τύχωσι
παραπορευόμενοι.
ὁ μὲν γὰρ τοῦ ῾Ερμοῦ τὸ πράσσειν παρέχων, ὡς ἄν τις εἴποι
τυπωδῶς, ποιεῖ γραμματέας, πραγματευτικούς, λογιστάς,
διδασκάλους, ἐμπόρους, τραπεζίτας, μάντεις, ἀστρολόγους,
θύτας καὶ ὅλως τοὺς ἀπὸ γραμμάτων καὶ ἑρμηνείας καὶ δόσεως
καὶ λήψεως ἐργαζομένους, κἂν μὲν ὃ τοῦ Κρόνου αὐτῷ
μαρτυρήσῃ, ἀλλοτρίων οἰκονόμους ἢ ὀνειροκρίτας ἢ ἐν ἱεροῖς
τὰς ἀναστροφὰς ποιουμένους προφάσει μαντειῶν καὶ
ἐνθουσιασμῶν, ἐὰν δὲ ὁ τοῦ  ιός, νομογράφους, ῥήτορας,
σοφιστὰς μετὰ προσώπων μειζόνων ἔχοντας τὰς ἀναστροφάς.
ὁ δὲ τῆς ᾿Αφροδίτης τὸ πράσσειν παρέχων ποιεῖ τοὺς παρ'
ὀσμαῖς ἀνθέων ἢ μύρων ἢ οἴνοις ἢ χρώμασιν ἢ βαφαῖς ἢ
ἀρώμασιν ἢ κοσμίοις τὰς πράξεις ἔχοντας, οἷον μυροπώλας,
στεφανοπλόκους, ἐκδοχέας, οἰνεμπόρους, φαρμακοπώλας,
ὑφάντας, ἀρωματοπώλας, ζωγράφους, βαφέας, ἱματιοπώλας·
κἂν μὲν ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ ἐμπόρους τῶν πρὸς
ἀπόλαυσιν καὶ κόσμον γοήτας δὲ καὶ φαρμακοὺς καὶ
προαγωγοὺς καὶ τοὺς ἐκ τῶν ὁμοίων τούτοις πορίζοντας. ἐὰν δὲ
ὁ τοῦ  ιὸς ἀθλητάς, στεφανηφόρους, τιμῶν καταξιουμένους,
ὑπὸ θηλυκῶν προσώπων προβιβαζομένους.
ὁ δὲ τοῦ ῎Αρεως μετὰ μὲν τοῦ ἡλίου σχηματισθεὶς τοὺς διὰ
πυρὸς ἐργαζομένους ποιεῖ οἷον μαγείρους, χωνευτάς, καύστας,
χαλκέας, μεταλλευτάς· χωρὶς δὲ τοῦ ἡλίου τυχὼν τοὺς διὰ
σιδήρου οἷον ναυπηγούς, τέκτονας, γεωργούς, λατόμους,
λιθοξόους, λαοξόους, λιθουργούς, ξυλοσχίστας, ὑπουργούς.
κἂν μὲν ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ ναυτικούς, ἀντλητάς,
ὑπονομευτάς, ζωγράφουξ, θηριοτρόφους, μαγείρους,
παρασχίστας· ἐὰν δὲ ὁ τοῦ  ιὸς στρατιώτας, ὑπηρέτας,
τελώνας, πανδοκέας, πορθμέας, φυσιουργούς.
πάλιν δὲ δύο τῶν τὰς πράξεις παρεχομένων εὑρεθέντων ἐὰν
μὲν ὁ τοῦ ῾Ερμοῦ καὶ ὁ τῆς ᾿Αφροδίτης λάβωσι τὴν
οἰκοδεσποτείαν, ἀπὸ μούσης καὶ ὀργάνων καὶ μελῳδιῶν ἢ
ποιημάτων καὶ ῥυθμῶν ποιοῦσι τὰς πράξεις καὶ μάλιστα ὅταν
τοὺς τόπους ὦσιν ἀμφιλελαχότες· ἀποτελοῦσι γὰρ θυμελικούς,
ὑποκριτάς, σωματεμπόρους, ὀργανοποιούς, χορδοστρόφους,
ὀρχηστάς, ὑφάντας, κηροπλάστας, ζωγράφους· κἂν μὲν ὁ τοῦ
Κρόνου πάλιν αὐτοῖς μαρτυρήσῃ, ποιεῖ τοὺς περὶ τὰ
προειρημένα γένη καὶ τοὺς γυναικείους κόσμους
ἐμπορευομένους, ἐὰν δὲ ὁ τοῦ  ιός, δικολόγους, λογιστηρίων
προισταμένους, ἐν δημοσίοις ἀσχολουμένους, παίδων
διδασκάλους, ὄχλων προεστῶτας.
ἐὰν δὲ ὁ τοῦ ῾Ερμοῦ καὶ ὁ τοῦ ῎Αρεως ἅμα τὴν κυρίαν λάβωσι
τῆς πράξεως, ποιοῦσιν ἀνδριαντοποιούς, ὁπλουργούς,
ἱερογλύφους, ζῳοπλάστας, παλαιστάς, ἰατρούς, χειρουργούς,
κατηγόρους, μοιχικούς, κακοπράγμονας, πλαστογράφους· κἂν
μὲν ὁ τοῦ Κρόνου αὐτοῖς μαρτυρήσῃ, φονέας, λωποδύτας,
ἅρπαγας, λῃστάς, ἀπελάτας, ῥᾳδιουργούς, ἐὰν δὲ ὁ τοῦ  ιός,
φιλόπλους ἢ φιλομονομάχους, δράστας, δεινούς,
φιλοπράγμονας, ἀλλοτρίων ὑπεξερχομένους καὶ διὰ τῶν
τοιούτων πορίζοντας.
ἐὰν δὲ ὁ τῆς ᾿Αφροδίτης καὶ ὁ τοῦ ῎Αρεως ἅμα τὴν
οἰκοδεσποτείαν λάβωσι τῆς πράξεως, ποιοῦσι βαφέας,
μυρεψούς, κασσιτεροποιούς, μολυβδουργούς, χρυσοχόους,
ἀργυροκόπους, γεωργούς, ὁπλορχηστάς, φαρμακοποιούς,
ἰατρούς, τοὺς διὰ τῶν φαρμάκων ταῖς θεραπείαις χρωμένους,
κἂν μὲν ὁ τοῦ Κρόνου αὐτοῖς μαρτυρήσῃ, ἱερῶν ζῴων
θεραπευτάς, ἀνθρώπων ἐνταφιαστάς, θρηνῳδούς, τυμβαύλας,
ἐνθουσιαστάς, ὅπου μυστήρια καὶ θρῆνοι καὶ αἱμαγμοί, τὰς
ἀναστροφὰς ποιουμένους, ἐὰν δὲ ὁ τοῦ  ιός,
ἱεροπροσπλόκους, οἰωνιστάς, ἱεροφόρους, γυναικῶν
προισταμένους, γάμων καὶ συνεπιπλοκῶν ἑρμηνέας καὶ διὰ τῶν
τοιούτων ζῶντας ἀπολαυστικῶς ἅμα καὶ ῥιψοκινδύνως.
καὶ τῶν ζῳδίων δέ, ἐν οἷς ἂν ὦσιν οἱ τὸ πράττειν παρέχοντες, αἱ
κατ' εἶδος ἰδιοτροπίαι συλλαμβάνονταί τι πρὸς τὸ ποικίλον τῶν
πράξεωνἦ τὰ μὲν γὰρ ἀνθρωπόμορφα συνεργεῖ πως πρὸς πάσας
τὰς ἐπιστημονικὰς καὶ πρὸς τὴν ἀνθρωπίνην χρείαν
καταγινομένας, τὰ δὲ τετράποδα πρὸς τὰς μεταλλικὰς καὶ
ἐμπορικὰς καὶ οἰκοδομικὰς καὶ τεκτονικάς, τὰ δὲ τροπικὰ καὶ
ἰσημερινὰ πρὸς τὰς ἑρμηνευτικὰς καὶ μεταβολικὰς καὶ
μετρητικὰς καὶ γεωργικὰς καὶ ἱερατικάς, τὰ δὲ χερσαῖα καὶ τὰ
κάθυγρα πρὸς τὰς ἐν ὑγροῖς καὶ δι' ὑγρῶν καὶ τὰς βοτανικὰς καὶ
ναυπηγικάς, ἔτι τε περὶ ταφὰς ἢ ταριχείας ἢ ἁλείας ἢ ψυλλίας.
ἰδίως δὲ πάλιν, ἐὰν ἡ σελήνη τὸν πρακτικὸν τόπον ἐπισχῇ τὸν
ἀπὸ συνόδου δρόμον ποιουμένη σὺν τῷ τοῦ ῾Ερμοῦ, ἐν μὲν τῷ
Ταύρῳ καὶ Αἰγοκέρωτι καὶ Καρκίνῳ ποιεῖ μάντεις, θύτας,
λεκανομάντεις, ἐν δὲ Τοξότῃ καὶ ᾿Ιχθύσιν νεκρομάντεις καὶ
δαιμόνων κινητικούς, ἐν δὲ Παρθένῳ καὶ Σκορπίῳ μάγους,
ἀστρολόγους, ἀποφθεγγομένους, προγνώσεις ἔχοντας, ἐν δὲ
Ζυγῷ καὶ Κριῷ καὶ Λέοντι θεολήπτους, ὀνειροκρίτας,
ἐξορκιστάς.
τὸ μὲν οὖν καλα, αὐτῶν τῶν πράξεων εἶδος διὰ τῶν τοιούτων
κατὰ τὸ συγκρατικὸν εἶδος δεήσει καταστοχάζεσθαι, τὸ δὲ
μέγεθος αὐτῶν ἐκ τῆς τῶν οἰκοδεσποτησάντων ἀστέρων
δυνάμεωςἦ ἀνατολικοὶ μὲν γὰρ ὄντες ἢ ἐπίκεντροι ποιοῦσι τὰς
πράξεις αὐθεντικάς, δυτικοὶ δὲ ἢ ἀποκεκλικότες τῶν κέντρων
ὑποπρακτικάς, καὶ ὑπὸ μὲν ἀγαθοποιῶν καθυπερτερούμενοι
μεγάλας καὶ ἐπιδόξους καὶ ἐπικερδεῖς καὶ ἀπταίστους καὶ
ἐπαφροδίτους, ὑπὸ δὲ κακοποιῶν ταπεινὰς καὶ ἀδόξους καὶ
ἀπερικτήτους καὶ ἐπισφαλεῖς, Κρόνου μὲν ἐναντιουμένου
καταψύξεις καὶ χρωματοκρασίας, ῎Αρεως δὲ
καταρριψοκινδυνίας καὶ περιβοησίας, ἀμφοτέρων δὲ κατὰ τὰς
τελείας ἀναστασίας τοῦ καθολικοῦ χρόνου τῆς αὐξήσεως ἢ τῆς
ταπεινώσεως πάλιν θεωρουμένου διὰ τῆς τῶν αἰτίων τοῦ
ἀποτελέσματος ἀστέρων πρὸς τὰ ἑῷα καὶ τὰ ἑσπέρια κέντρα
ἀεὶ διαθέσεως.
Περὶ συναρμογῶν.
῾Εξῆς δὲ τούτοις ὄντος τοῦ περὶ συναρμογῶν λόγου περὶ μὲν
τῶν κατὰ νόμους ἀνδρὸς καὶ γυναικὸς συμβιώσεων οὕτως
σκεπτέον. ἐπὶ μὲν τῶν ἀνδρῶν ἀφορᾶν δεῖ τὴν σελήνην αὐτῶν,
πῶς διάκειται.
πρῶτον μὲν γὰρ ἐν τοῖς ἀπηλιωτικοῖς τυχοῦσα τεταρτημορίοις
νεογάμους ποιεῖ τοὺς ἄνδρας ἢ νεωτέραις παρ' ἡλικίαν
συμβάλλονταξ, ἐν δὲ τοῖς λιβικοῖς βραδυγάμους ἢ πρεσβυτέραις
συνιόντας, εἰ δὲ ὑπὸ τὰς αὐγὰς εἴη καὶ τῷ τοῦ Κρόνου
συσχηματιζομένη, τέλεον ἀγάμους. ἔπειτα, ἐὰν μὲν ἐν
μονοειδεῖ ζῳδίῳ ἢ καὶ ἑνὶ τῶν ἀστέρων συνάπτουσα τύχηι,
μονογάμους ἀποτελεῖ, ἐὰν δὲ ἐν δισώμῳ ἢ καὶ πολυμόρφῳ ἢ
καὶ πλείοσιν ἐν τῷ αὐτῷ ζῳδίῳ τὴν συναφὴν ἐπέχουσα,
πολυγάμους.
κἂν μὲν οἱ τὰς συναφὰς ἐπέχοντες τῶν ἀστέρων ἤτοι κατὰ
κολλήσεις ἢ κατὰ μαρτυρίας ἀγαθοποιοὶ τυγχάνωσιν,
λαμβάνουσιν γυναῖκας ἀγαθάς, ἐὰν δὲ κακοποιοὶ τὰς ἐναντίας.
Κρόνος μὲν γὰρ ἐπισχὼν συναφὴν περιποιεῖ γυναῖκας
ἐπιπόνους καὶ αὐστηράς, Ζεὺς δὲ σεμνὰς καὶ οἰκονομικάς,
῎Αρης δὲ θρασείας καὶ ἀνυποτάκτους, ᾿Αφροδίτη δὲ ἱλαρὰς καὶ
εὐμόρφους καὶ ἐπιχαρίτους, ῾Ερμῆς δὲ συνετὰς καὶ ὀξείας, ἔτι
δὲ ᾿Αφροδίτη μετὰ μὲν  ιὸς ἢ Κρόνου ἢ μεθ' ῾Ερμοῦ βιωφελεῖς
καὶ φιλάνδρους καὶ φιλοτέκνους, μετὰ δὲ ῎Αρεως θυμικὰς καὶ
ἀστάτους καὶ ἀγνώμονας.
ἐπὶ δὲ τῶν γυναικῶν ἀφορᾶν δεῖ τὸν ἥλιον αὐτῶν, ἐπειδήπερ
καὶ αὐτὸς ἐν μὲν τοῖς ἀπηλιωτικοῖς πάλιν τυχὼν τεταρτημορίοις
ποιεῖ τὰς ἐχούσας αὐτὸν οὕτως διακείμενον ἤτοι νεογάμους ἢ
νεωτέροις συμβαλλούσας, ἐν δὲ τοῖς λιβικοῖς βραδυγάμους ἢ
πρεσβυτέροις παρ' ἡλικίαν ζευγνυμένας, καὶ ἐν μὲν μονοειδεῖ
ζῳδίῳ τυχὼν ἢ ἑνὶ τῶν ἑῴων ἀστέρων συνάπτων μονογάμους,
ἐν δισώμῳ δὲ ἢ πολυμόρφῳ πάλιν ἢ καὶ πλείοσιν ἑῴοις
συσχηματισθεὶς πολυγάμους. Κρόνου μὲν οὖν ὡσαύτως τῷ μὲν
ἡλίῳ συσχηματισθέντος λαμβάνουσιν ἄνδρας καθεστῶτας καὶ
χρησίμους καὶ φιλοπόνους,  ιὸς δὲ σεμνοὺς καὶ μεγαλοψύχους,
῎Αρεως δὲ δράστας καὶ ἀστόργους καὶ ἀνυποτάκτους,
᾿Αφροδίτης δὲ καθαρίους καὶ εὐμόρφους, ῾Ερμοῦ δὲ βιωφελεῖς
καὶ ἐμπράκτους, ᾿Αφροδίτης δὲ μετὰ μὲν Κρόνου νωχελεῖς καὶ
εὐλαβεστέρους ἐν τοῖς ἀφροδισίοις, μετὰ δὲ ῎Αρεως θερμοὺς
καὶ καταφερεῖς καὶ μοιχώδεις, μετὰ δὲ ῾Ερμοῦ περὶ παῖδας
ἐπτοημένους.
λέγομεν δὲ νῦν ἀπηλιωτικὰ τεταρτημόρια ἐπὶ μὲν τοῦ ἡλίου τὰ
προηγούμενα τοῦ τε ἀνατέλλοντος σημείου τοῦ ζῳδιακοῦ καὶ
τοῦ δύνοντος, ἐπὶ δὲ τῆς σελήνης τὰ ἀπὸ συνόδου καὶ
πανσελήνου μέχρι τῶν διχοτόμων, λιβικὰ δὲ τὰ τοῖς εἰρημένοις
ἀντικείμενα. διαμένουσι μὲν οὖν ὡς ἐπίπαν αἱ συμβιώσεις, ὅταν
ἀμφοτέρων τῶν γενέσεων τὰ φῶτα συσχηματιζόμενα τύχῃ
συμφώνως, τουτέστιν ὅταν ἢ τρίγωνα ᾖ ἀλλήλοις ἢ ἑξάγωνα,
καὶ μάλιστα, ὅταν ἐναλλὰξ τοῦτο συμβαίνῃ, πολὺ δὲ πλεῖον,
ὅταν ἡ τοῦ ἀνδρὸς σελήνη τῷ τῆς γυναικὸς ἡλίῳ. διαλύονται
δὲ ἐκ τῶν τυχόντων καὶ ἀπαλλοτριοῦνται τέλεον, ὅταν αἱ
προειρημέναι τῶν φώτων στάσεις ἢ ἐν ἀσυνδέτοις ζῳδίοις
τύχωσιν ἢ ἐν διαμέτροις ἢ τετραγώνοις.
κἂν μὲν τοὺς συμφώνους τῶν φώτων συσχηματισμοὺς οἱ
ἀγαθοποιοὶ τῶν ἀστέρων ἐπιθεωρήσωσιν ἡδείας καὶ προσηνεῖς
καὶ ὀνησιφόρους τὰς διαμονὰς συντηροῦσιν, ἐὰν δὲ οἱ
κακοποιοί, μαχίμους καὶ ἀηδεῖς καὶ ἐπιζημίους. ὁμοίως δὲ καὶ
ἐπὶ τῶν ἀσυμφώνων στάσεων οἱ μὲν ἀγαθοποιοὶ τοῖς φωσὶ
μαρτυρήσαντες οὐ τέλεον ἀποκόπτουσι τὰς συμβιώσεις, ἀλλὰ
ποιοῦσιν ἐπανόδους καὶ ἀναμνήσεις συντηρούσας τό τε
προσηνὲς καὶ τὸ φιλόστοργον.
οἱ δὲ κακοποιοὶ μετά τινος ἐπηρείας καὶ ὕβρεως ποιοῦσι τὰς
διαλύσεις· τοῦ μὲν οὖν τοῦ ῾Ερμοῦ μόνου σὺν αὐτοῖς
γινομένου περιβοησίαις καὶ ἐγκλήμασι περικυλίονται, μετὰ δὲ
τοῦ τῆς ᾿Αφροδίτης ἐπιμοιχίαις ἢ φαρμακείαις ἢ τοῖς τοιούτοις.
τὰς δὲ κατ' ἄλλον οἱονδήποτε τρόπον γινομένας συναρμογὰς
διακριτέον ἀφορῶντας εἴς τε τὸν τῆς ᾿Αφροδίτης ἀστέρα καὶ
τὸν τοῦ ῎Αρεως καὶ τὸν τοῦ Κρόνου· συνόντων γὰρ αὐτῶν τοῖς
φωσὶν οἰκείως καὶ τὰς συμβιώσεις οἰκείας καὶ νομίμους
ποιοῦσιἦ συγγένειαν γὰρ ὥσπερ ἔχει πρὸς ἑκάτερον τῶν
εἰρημένων ἀστέρων ὁ τῆς ᾿Αφροδίτης καὶ πρὸς μὲν τὸν τοῦ
῎Αρεως κατὰ τὸ συνακμάζον πρόσωπον, ἐπειδήπερ ἐν τοῖς
τριγωνικοῖς ἀλλήλων ζῳδίοις ἔχουσι τὰ ὑψώματα, πρὸς δὲ τὸν
τοῦ Κρόνου κατὰ τὸ πρεσβύτερον πρόσωπον, ἐπειδήπερ πάλιν
ἐν τοῖς τριγωνικοῖς ἀλλήλων ἔχουσι τοὺς οἴκους, ὅθεν ὁ τῆς
᾿Αφροδίτης μετὰ μὲν τοῦ ῎Αρεως ἁπλῶς ἐρωτικὰς διαθέσεις
ποιεῖ, προσόντος δὲ τοῦ τοῦ ῾Ερμοῦ καὶ περιβοησίας, ἐν δὲ τοῖς
ἐπικοίνοις καὶ συνοικειουμένοις ζῳδίοις, Αἰγόκερω ᾿Ιχθύσιν,
ἀδελφῶν ἢ συγγενῶν ἐπιπλοκάς· κἂν μὲν ἐπὶ τῶν ἀνδρῶν τῇ
σελήνῃ συμπαρῇ, ποιεῖ δυσὶν ἀδελφαῖς ἢ συγγενέσι
συνερχομένους, ἐὰν δὲ ἐπὶ τῶν γυναικῶν τῷ τοῦ  ιός, δυσὶν
ἀδελφοῖς ἢ συγγενέσιν.
μετὰ δὲ τοῦ τοῦ Κρόνου πάλιν ὁ τῆς ᾿Αφροδίτης τυχὼν ἁπλῶς
μὲν ἡδείας καὶ εὐσταθεῖς ποιεῖ τὰς συμβιώσεις, προσόντος δὲ
τοῦ τοῦ ῾Ερμοῦ καὶ ὠφελίμους, συμπροσγενομένου δὲ καὶ τοῦ
τοῦ ῎Αρεως ἀστάτους καὶ βλαβερὰς καὶ ἐπιζήλους· κἂν μὲν
ὁμοιοσχημονῇ αὐτοῖς, πρὸς ὁμήλικας ποιεῖ τὰς ἐπιπλοκάς, ἂν
δὲ ἀνατολικώτερος αὐτῶν, πρὸς νεωτέρας ἢ νεωτέρους, ἐὰν δὲ
δυτικώτερος πρὸς πρεσβυτέρας ἢ πρεσβυτέρους. ἐὰν δὲ καὶ ἐν
τοῖς ἐπικοίνοις ζῳδίοις ὦσιν ὁ τῆς ᾿Αφροδίτης καὶ ὁ τοῦ
Κρόνου, τουτέστιν Αἰγόκερω καὶ Ζυγῷ, συγγενικὰς ποιοῦσιν
τὰς συνελεύσεις.
ὡροσκοπήσαντι δὲ ἢ μεσουρανήσαντι τῷ προειρημένῳ
σχήματι ἡ σελήνη μὲν συμπροσγενομένη ποιεῖ τοὺς μὲν
ἄρρενας μητράσιν ἢ μητέρων ἀδελφαῖς ἢ μητρυιαῖς
συνέρχεσθαι, τὰς δὲ θηλείας υἱοῖς ἢ υἱοῖς ἀδελφῶν ἢ θυγατέρων
ἀνδράσιν, ἥλιος δὲ δυτικῶν μάλιστα ὄντων τῶν ἀστέρων τοὺς
μὲν ἄρρενας θυγατράσιν ἢ θυγατράσιν ἀδελφῶν ἢ γυναιξὶν
υἱῶν, τὰς δὲ θηλείας πατράσιν ἢ πατέρων ἀδελφοῖς ἢ πατρῴοις.
ἐὰν δὲ οἱ προκείμενοι σχηματισμοὶ τῶν μὲν συγγενικῶν ζῳδίων
μὴ τύχωσιν, ἐν θηλυκοῖς δὲ ὦσι τόποις, ποιοῦσι καὶ οὕτως
καταφερεῖς καὶ πρὸς τὸ διαθεῖναί τε καὶ διατεθῆναι πάντα
τρόπον προχείρους, ἐπ' ἐνίων δὲ μορφώσεων καὶ ἀσελγεῖς, ὡς
ἐπί τε τῶν ἐμπροσθίων καὶ ὀπισθίων τοῦ Κριοῦ καὶ τῆς ὑάδος
καὶ τῆς κάλπιδος καὶ τῶν ὀπισθίων τοῦ Λέοντος καὶ τοῦ
προσώπου τοῦ Αἰγόκερω.
κεντρωθέντες δὲ κατὰ μὲν τῶν πρώτων δύο κέντρων τοῦ τε
ἀπηλιωτικοῦ καὶ τοῦ μεσημβρινοῦ παντελῶς ἀποδεικνύουσι τὰ
πάθη καὶ ἐπὶ δημοσίων τόπων προάγουσι, κατὰ δὲ τῶν ἐσχάτων
δύο τοῦ τε λιβικοῦ καὶ τοῦ βορείου σπάδοντας ποιοῦσι καὶ
αὐλικοὺς ἢ στείρας ἢ ἀτρήτους, ῎Αρεως δὲ προσόντος
ἀποκόπους ἢ τριβάδας· καὶ καθόλου δὲ παντοδαπήν τινα
διάθεσιν πρὸς τὰ ἀφροδίσια ἕξουσιν.
ἐπὶ μὲν τῶν ἀνδρῶν ἀπὸ τοῦ τοῦ ῎Αρεως ἐπισκεψόμεθα. τοῦ
μὲν γὰρ τῆς ᾿Αφροδίτης καὶ τοῦ τοῦ Κρόνου χωρισθείς,
μαρτυρηθεὶς δὲ ὑπὸ  ιὸς καθαρίους καὶ σεμνοὺς περὶ τὰ
ἀφροδίσια ποιεῖ καὶ μόνης τῆς φυσικῆς χρείας στοχαζομένους,
μετὰ Κρόνου δὲ μόνου μὲν τυχὼν εὐλαβεῖς καὶ ὀκνηροὺς καὶ
καταψύχρους ἀπεργάζεται, συσχηματιζομένων δὲ ᾿Αφροδίτης
καὶ  ιὸς εὐκινήτους μὲν καὶ ἐπιθυμητικούς, ἐγκρατεῖς δὲ καὶ
ἀντιληπτικοὺς καὶ τὸ αἰσχρὸν φυλασσομένους, μετὰ μόνης δὲ
᾿Αφροδίτης ἢ καὶ τοῦ  ιὸς σὺν αὐτῇ τυχόντος, ἀπόντος τοῦ
τοῦ Κρόνου, λάγνους καὶ ῥᾳθύμους καὶ πανταχόθεν ἑαυτοῖς τὰς
ἡδονὰς ποριζομένους,
κἂν ὁ μὲν ἑσπέριος ᾖ τῶν ἀστέρων, ὁ δὲ ἑῷος, καὶ πρὸς
ἄρρενας καὶ πρὸς θηλείας οἰκείως ἔχοντας, οὐχ ὑπερπαθῶς
μέντοι γε πρὸς οὐδέτερα τὰ πρόσωπα, ἐὰν δὲ ἀμφότεροι
ἑσπέριοι, πρὸς τὰ θηλυκὰ μόνα καταφερεῖς, θηλυκῶν δὲ ὄντων
τῶν ζῳδίων καὶ αὐτοὺς διατιθεμένους, ἐὰν δὲ ἀμφότεροι ἑῷοι,
πρὸς τὰ παιδικὰ μόνα νοσηματώδεις, ἀρρενικῶν δὲ ὄντων τῶν
ζῳδίων καὶ πρὸς πᾶσαν ἀρρένων ἡλικίαν, κἂν μὲν ὁ τῆς
᾿Αφροδίτης δυτικώτερος ᾖ, ταπειναῖς ἢ δούλαις ἢ ἀλλοφύλοις
συνερχομένους, ἐὰν δὲ ὁ τοῦ ῎Αρεως, ὑπερεχούσαις ἢ
ὑπάνδροις ἢ δεσποίναις. ἐπὶ δὲ τῶν γυναικῶν ὁ τῆς ᾿Αφροδίτης
ἐπισκεπτέος· συσχηματιζόμενος γὰρ τῷ τοῦ  ιὸς ἢ καὶ τῷ τοῦ
῾Ερμοῦ σώφρονας καὶ καθαρίους ποιεῖ περὶ τὰ ἀφροδίσια, καὶ
τοῦ τοῦ Κρόνου δὲ ἀπόντος τῷ τοῦ ῾Ερμοῦ συνοικειωθεὶς
κεκινημένας μὲν καὶ ὀρεκτικάς, εὐλαβεῖς δὲ καὶ ὀκνηρὰς τὰ
πολλὰ καὶ τὸ αἰσχρὸν φυλασσομένας·
῎Αρει δὲ μόνῳ μὲν συνὼν ἢ καὶ συσχηματισθεὶς ὁ τῆς
᾿Αφροδίτης ποιεῖ λάγνους, καταφερεῖς καὶ μᾶλλον ῥᾳθύμους,
ἐὰν δὲ ὁ τοῦ  ιὸς αὐτοῖς προσγένηται, κἂν μὲν ὁ τοῦ ῎Αρεως
ὑπὸ τὰς αὐγὰς ᾖ, συνέρχονται δούλοις ἢ ταπεινοτέροις ἢ
ἀλλοφύλοις, ἐὰν δὲ ὁ τῆς ᾿Αφροδίτης, ὑπερέχουσιν ἢ
δεσπόταις ἑταιρῶν ἢ μοιχάδων ἐπέχουσαι τρόπον, κἂν μὲν
τεθηλυσμένοι ὦσι τοῖς τόποις ἢ τοῖς σχήμασιν οἱ ἀστέρες, πρὸς
τὸ διατίθεσθαι μόνον καταφερεῖς, ἐὰν δὲ ἠρρενωμένοι, καὶ πρὸς
τὸ διατιθέναι γυναῖκας.
ὁ μέντοι τοῦ Κρόνου τοῖς προκειμένοις σχήμασι συνοικειωθείς,
ἐὰν μὲν καὶ αὐτὸς ᾖ τεθηλυσμένος, ἀσελγειῶν μόνος αἴτιος
γίνεται, ἐὰν δὲ ἀνατολικὸς καὶ ἠρρενωμένος, ἐπιψόγους ἵστησιν
ἢ ἐπιψόγων ἐραστὰς ἀπεργάζεται, τοῦ μὲν τοῦ  ιὸς πάλιν ἀεὶ
πρὸς τὸ εὐσχημονέστερον τῶν παθῶν συλλαμβανομένου, τοῦ
δὲ τοῦ ῾Ερμοῦ πρὸς τὸ διαβοητότερον καὶ εὐπταιστότερον.
Περὶ τέκνων.
᾿Επειδὴ δὲ τῷ περὶ γάμου τόπῳ καὶ ὁ περὶ τέκνων ἀκολουθεῖ,
σκοπεῖν δεήσει τοὺς τῷ κατὰ κορυφὴν τόπῳ ἢ τῷ
ἐπιφερομένῳ, τουτέστι τῷ τοῦ. ἀγαθοῦ δαίμονος, προσόντας ἢ
συσχηματιζομένους, εἰ δὲ μή, τοὺς τοῖς διαμέτροις αὐτῶν, καὶ
σελήνην μὲν καὶ  ία καὶ ᾿Αφροδίτην πρὸς δόσιν τέκνων
λαμβάνειν, ἥλιον δὲ καὶ ῎Αρη καὶ Κρόνον πρὸς ἀτεκνίαν ἢ
ὀλιγοτεκνίαν, τὸν δὲ τοῦ ῾Ερμοῦ, πρὸς ὁπότερον ἂν αὐτῶν
τύχῃ συσχηματισθείς, ἐπίκοινον, καὶ ἐπιδοτῆρα μὲν ὅταν
ἀνατολικὸς ᾖ, ἀφαιρέτην δ' ὅταν δυτικός. οἱ μὲν οὖν δοτῆρες
ἁπλῶς μὲν οὕτως κείμενοι καὶ κατὰ μόνας ὄντες μοναχὰ
διδόασι τέκνα, ἐν δισώμοις δὲ δισσὰ καὶ ἐν θηλυκοῖς ζῳδίοις,
ὁμοίως δὲ καὶ ἐν τοῖς πολυσπέρμοις, οἷον ᾿Ιχθύσι καὶ Καρκίνῳ
καὶ Σκορπίῳ, δισσὰ ἢ καὶ πλείονα, καὶ ἠρρενωμένοι τοῖς τε
ζῳδίοις καὶ τοῖς πρὸς ἥλιον σχηματισμοῖς ἄρρενα, τεθηλυσμένοι
δὲ θήλεα, καθυπερτερηθέντες δὲ ὑπὸ τῶν κακοποιῶν ἢ καὶ ἐν
στειρώδεσι ζῳδίοις τυχόντες, οἷον Λέοντι ἢ Παρθένῳ, διδόασι
μέν, οὐκ ἐπὶ καλῷ δὲ οὐδὲ ἐπὶ διαμονῇ.
ἥλιος δὲ καὶ οἱ κακοποιοὶ διακατασχόντες τοὺς εἰρημένους
τόπους ἐὰν μὲν ἐν ἀρρενικοῖς ὦσιν ἢ στειρώδεσι ζῳδίοις καὶ
ὑπὸ τῶν ἀγαθοποιῶν ἀκαθυπερτέρητοι, τελείας εἰσὶν ἀτεκνίας
δηλωτικοί, ἐπὶ θηλυκῶν δὲ ἢ πολυσπέρμων ζῳδίων τυχόντες ἢ
ὑπὸ τῶν ἀγαθοποιῶν μαρτυρηθέντες διδόασι μέν, ἐπισινῆ δὲ ἢ
ὀλιγοχρόνια. τῶν δὲ αἱρέσεων ἀμφοτέρων λόγον ἐχουσῶν πρὸς
τὰ τεκνοποιὰ ζῴδια τῶν δοθέντων τέκνων ἀποβολαὶ γενήσονται
ἢ πάντων ἢ ὀλίγων, πρὸς τὰς ὑπεροχὰς τῶν καθ' ἑκατέραν
αἵρεσιν μαρτυρησάντων, ὁποτέρους ἂν εὑρίσκωμεν ἤτοι
πλείους ἢ δυνατωτέρους ἐν τῷ ἀνατολικωτέρους ὑπάρχειν ἢ
ἐπικεντροτέρους ἢ καθυπερτερεῖν ἢ ἐπαναφέρεσθαι. ἐὰν μὲν
οὖν οἱ κυριεύσαντες τῶν εἰρημένων ζῳδίων ἀνατολικοὶ
τυγχάνωσι, δοτῆρες ἔσονται τέκνων, εἰ δὲ ἐν ἰδίοις ὦσιν τόποις,
ἔνδοξα καὶ ἐπιφανῆ ποιοῦσι τὰ δοθέντα τέκνα, ἐὰν δὲ δυτικοὶ
καὶ ἐν τοῖς τῆς ἀλλοτρίας αἱρέσεως τόποις, ταπεινὰ καὶ
ἀνεπίφαντα.
κἂν μὲν σύμφωνοι τῇ ὥρᾳ καὶ τῷ κλήρῳ τῆς τύχης
καταλαμβάνωνται, προσφιλῆ τοῖς γονεῦσι καὶ ἐπαφρόδιτα καὶ
κληρονομοῦντα τὰς οὐσίας αὐτῶν, ἐὰν δὲ ἀσύνδετοι ἢ
ἀντικείμενοι, μάχιμα καὶ ἐχθροποιούμενα καὶ ἐπιβλαβῆ καὶ μὴ
παραλαμβάνοντα τὰς τῶν γονέων οὐσίαςἦ ὁμοίως δέ, κἂν μὲν
ἀλλήλοις ὦσι συνεσχηματισμένοι συμφώνως οἱ τὰ τέκνα
διδόντες, διαμένουσιν οἱ δοθέντες φιλάδελφοι καὶ τιμητικοὶ
πρὸς ἀλλήλους, ἐὰν δὲ ἀσύνδετοι ἢ διάμετροι, φιλέχθρως καὶ
ἐπιβουλευτικῶς διακείμενοιἦ τὰ δὲ κατὰ μέρος πάλιν ἄν τις
καταστοχάζοιτο χρησάμενος ἐφ' ἑκάστου τῷ τὴν δόσιν
πεποιημένῳ τῶν ἀστέρων ὡροσκοπίῳ καὶ ἀπὸ τῆς λοιπῆς
διαθέσεως ὡς ἐπὶ γενέσεως τὴν περὶ τῶν ὁλοσχερεστέρων
ἐπίσκεψιν ποιούμενος.
Περὶ φίλων καὶ ἐχθρῶν.
Τῶν δὲ φιλικῶν διαθέσεων καὶ τῶν ἐναντίων, ὧν τὰς μὲν
μείζους καὶ πολυχρονίους καλοῦμεν συμπαθείας καὶ ἔχθρας, τὰς
δὲ ἐλάττους καὶ προσκαίρους συναστρίας καὶ ἀντιδικίας, ἡ
ἐπίσκεψις ἡμῖν ἔσται τὸν τρόπον τοῦτον.
ἐπὶ μὲν τῶν κατὰ μεγάλα συμπτώματα θεωρουμένων
παρατηρεῖν δεῖ τοὺς ἀμφοτέρων τῶν γενέσεων κυριωτάτους
τόπους, τουτέστι τόν τε ἡλιακὸν καὶ τὸν σεληνιακὸν καὶ τὸν
ὡροσκοπικὸν καὶ τὸν τοῦ κλήρου τῆς τύχης, ἐπειδήπερ κατὰ
μὲν τῶν αὐτῶν τυχόντες δωδεκατημορίων ἢ ἐναλλάξαντες τοὺς
τόπους ἤτοι πάντες ἢ οἱ πλείους, καὶ μάλιστα, ὅταν οἱ
ὡροσκοποῦντες περὶ τὰς ἑπτακαίδεκα μοίρας ἀλλήλων
ἀπέχωσι, ποιοῦσι συμπαθείας ἀπταίστους καὶ ἀδιαλύτους καὶ
ἀνεπηρεάστους, κατὰ δὲ τῶν ἀσυνδέτων ἢ τῶν διαμετρούντων
σταθέντες ἔχθρας μεγίστας καὶ ἐναντιώσεις πολυχρονίους,
μηδετέρως δὲ τυχόντες, ἀλλὰ μόνον ἐν τοῖς συσχηματιζομένοις
δωδεκατημορίοις,
εἰ μὲν ἐν τοῖς τριγώνοις εἶεν ἢ ἐν ἑξαγώνοις, ἥττονας ποιοῦσι
τὰς συμπαθείας, εἰ δὲ ἐν τοῖς τετραγώνοις, ἥττονας τὰς
ἀντιπαθείας, ὡς γίνεσθαί τινας κατὰ καιροὺς ἐν μὲν ταῖς φιλίαις
ὑποσιωπήσεις καὶ μικρολογίας, ὅταν οἱ κακοποιοὶ τὸν
σχηματισμὸν παροδεύωσιν, ἐν δὲ ταῖς ἔχθραις σπονδὰς καὶ
ἀποκαταστάσεις κατὰ τὰς τῶν ἀγαθοποιῶν τοῖς σχηματισμοῖς
ἐπεμβάσεις. ἐπεὶ δὲ φιλίας καὶ ἔχθρας εἴδη τρία ἢ γὰρ διὰ
προαίρεσιν οὕτως ἔχουσι πρὸς ἀλλήλους ἢ διὰ χρείαν ἢ διὰ
ἡδονὴν καὶ λύπην·
ὅταν μὲν πάντες ἢ οἱ πλείους τῶν προειρημένων τόπων
οἰκειωθῶσι πρὸς ἀλλήλους, ἐκ πάντων ἡ φιλία συνάγεται τῶν
εἰδῶν, ὥσπερ, ὅταν ἀνοικείως, ἡ ἔχθρα, ὅταν δὲ οἱ τῶν φώτων
μόνον, διὰ προαίρεσιν, ἥτις ἐστὶ φιλία καὶ βελτίστη καὶ
ἀσφαλεστάτη καὶ ἔχθρα χειρίστη καὶ ἄπιστος· ὁμοίως δέ, ὅταν
μὲν οἱ τῶν κλήρων τῆς τύχης, διὰ χρείαν, ὅταν δὲ οἱ τῶν
ὡροσκόπων, δι' ἡδονὰς ἢ λύπας. παρατηρητέον δὲ τῶν
συσχηματιζομένων τόπων τάς τε καθυπερτερήσεις καὶ τὰς τῶν
ἀστέρων ἐπιθεωρήσειξἦ ἐφ' ὧν μὲν γὰρ ἂν γενέσεων ᾖ ἡ τοῦ
σχηματισμοῦ καθυπερτέρησις, –ἢ ἐὰν τὸ αὐτὸ ἢ τὸ ἔγγιστα ἦν
ζῴδιον, –ἢ ἐπαναφορά, ἐκείνῃ τὸ αὐθεντικώτερον καὶ
ἐπιστατικώτερον τῆς φιλίας καὶ ἔχθρας προσνεμητέον, ἐφ' ὧν
δὲ ἡ ἐπιθεώρησις τῶν ἀστέρων βελτίων πρὸς ἀγαθοποιίαν καὶ
δύναμιν, ἐκείναις τό τε ἐκ τῆς φιλίας ὠφελιμώτερον καὶ τὸ ἐκ
τῆς ἔχθρας κατορθωτικώτερον ἀποδοτέον.
ἐπὶ δὲ τῶν κατὰ χρόνον τισὶ συνισταμένων προσκαίρων
συναστριῶν τε καὶ ἐναντιώσεων προσεκτέον ταῖς καθ' ἑκατέραν
γένεσιν κινήσεσι τῶν ἀστέρων, τουτέστι κατὰ ποίους χρόνους
αἱ τῶν τῆς ἑτέρας γενέσεως ἀστέρων ἀφέσεις ἐπέρχονται τοῖς
τόποις τῶν τῆς ἑτέρας γενέσεως ἀστέρωνἦ γίνονται γὰρ κατὰ
τούτους φιλίαι καὶ ἔχθραι μερικαὶ διακρατοῦσαι χρόνον
ὀλιγοστὸν μὲν τὸν μέχρι τῆς διαλύσεως αὐτῆς, πλεῖστον δὲ τὸν
μέχρι τῆς ἑτέρου τινὸς τῶν ἐπιφερομένων ἀστέρων
καταλήψεως.
Κρόνος μὲν οὖν καὶ Ζεὺς ἐπελθόντες τοῖς ἀλλήλων τόποις
ποιοῦσι φιλίας διὰ συστάσεως ἢ γεωργίας ἢ κληρονομίας,
Κρόνος δὲ καὶ ῎Αρης μάχας καὶ ἐπιβουλὰς τὰς κατὰ προαίρεσιν,
Κρόνος δὲ καὶ ᾿Αφροδίτη συνεπιπλοκὰς διὰ συγγενικῶν
προσώπων, ταχὺ μέντοι ψυχούσας, Κρόνος δὲ καὶ ῾Ερμῆς
συμβιώσεις καὶ κοινωνίας διὰ δόσιν καὶ λῆψιν καὶ ἐμπορίαν ἢ
μυστήρια, Ζεὺς δὲ καὶ ῎Αρης ἑταιρίας δι' ἀξιωματικῶν ἢ
οἰκονομιῶν, Ζεὺς δὲ καὶ ᾿Αφροδίτη φιλίας τὰς διὰ θηλυκῶν
προσώπων ἢ τῶν ἐν ἱεροῖς θρησκειῶν ἢ χρησμῶν ἢ τῶν
τοιούτων, Ζεὺς δὲ καὶ ῾Ερμῆς συναναστροφὰς διὰ λόγους καὶ
ἐπιστήμας καὶ προαίρεσιν φιλόσοφον, ῎Αρης δὲ καὶ ᾿Αφροδίτη
συνεπιπλοκὰς τὰς δι' ἔρωτας καὶ μοιχείας ἢ νοθείας, ἐπισφαλεῖς
δὲ καὶ οὐκ ἐπιπολὺ διευθυνούσας, ῎Αρης δὲ καὶ ῾Ερμῆς ἔχθρας
καὶ περιβοησίας καὶ δίκας διὰ πραγμάτων ἢ φαρμάκων
ἀφορμάς, ᾿Αφροδίτη δὲ καὶ ῾Ερμῆς συμβιώσεις τὰς διὰ τέχνην
τινὰ ἢ μοῦσαν ἢ σύστασιν ἀπὸ γραμμάτων ἢ θηλυκῶν
προσώπων.
τὴν μὲν οὖν ἐπὶ τὸ μᾶλλον καὶ ἧττον ἐπίτασιν καὶ ἄνεσιν τῶν
συναστριῶν ἢ τῶν ἐναντιώσεων διακριτέον ἐκ τῆς τῶν
ἐπιλαμβανομένων τόπων πρὸς τοὺς πρώτους καὶ κυριωτάτους
τέσσαρας τόπους διαθέσεως, ἐπειδήπερ κατὰ τῶν κέντρων μὲν
ἢ τῶν κλήρων ἢ τῶν φώτων τυχόντες ἐπιφανεστέρας ποιοῦσι
τὰς ἐπισημασίας, ἀλλοτριωθέντες δὲ αὐτῶν ἀνεπιφάντους, τὴν
δὲ ἐπὶ τὸ βλαβερώτερον ἢ ὠφελιμώτερον τοῖς ἑτέροις ἐκ τῆς
τῶν ἐπιθεωρούντων ἀστέρων τοὺς εἰρημένους τόπους ἐπὶ τὸ
ἀγαθὸν ἢ κακὸν ἰδιοτροπίας.
᾿Ιδίως δὲ ὁ περὶ δούλων τόπος ἢ λόγος καὶ τῆς τῶν δεσποτῶν
πρὸς αὐτοὺς συμπαθείας ἢ ἀντιπαθείας ἐκ τοῦ
κακοδαιμονοῦντος ζῳδίου λαμβάνεται καὶ τῆς τῶν
ἐπιθεωρούντων τὸν τόπον ἀστέρων κατά τε τὴν γένεσιν αὐτὴν
καὶ κατὰ τὰς ἐπεμβάσεις ἢ διαμετρήσεις φυσικῆς
ἐπιτηδειότητος καὶ μάλιστα, ὅταν οἱ τοῦ δωδεκατημορίου
κυριεύσαντες ἤτοι συμφώνως τοῖς αὐθεντικοῖς τόποις τῆς
γενέσεως ἢ ἐναντίως ποιῶνται τοὺς συσχηματισμούς.
Περὶ ξενιτείας.
῾Ο δὲ περὶ ξενιτείας τόπος καταλαμβάνεται διὰ τῆς τῶν φώτων
πρὸς τὰ κέντρα στάσεως, ἀμφοτέρων μέν, μάλιστα δὲ τῆς
σελήνης· δύνουσα γὰρ ἢ ἀποκεκλικυῖα τῶν κέντρων ξενιτείας
καὶ τόπων μεταβολὰς ποιεῖ, δύναται δὲ τὸ παραπλήσιον ἐνίοτε
καὶ ὁ τοῦ ῎Αρεως ἤτοι δύνων καὶ αὐτὸς ἢ ἀποκεκλικὼς τοῦ
κατὰ κορυφήν, ὅταν τοῖς φωσὶ διάμετρον ἢ τετράγωνον ἔχῃ
στάσιν. ἐὰν δὲ καὶ ὁ κλῆρος τῆς τύχης ἐν τοῖς ποιοῦσι τὴν
ἀποδημίαν ζῳδίοις ἐκπέσῃ, καὶ τοὺς βίους ὅλους καὶ τὰς
ἀναστροφὰς καὶ τὰς πράξεις ἐπὶ τῆς ξένης ἔχοντες διατελοῦσιν.
ἀγαθοποιῶν μὲν οὖν ἐπιθεωρούντων τοὺς εἰρημένους τόπους ἢ
ἐπιφερομένων αὐτοῖς ἐνδόξους ἕξουσι καὶ ἐπικερδεῖς τὰς ἐπὶ
τῆς ξένης πράξεις καὶ τὰς ἐπανόδους ταχείας καὶ
ἀνεμποδίστους, κακοποιῶν δὲ ἐπιπόνους καὶ ἐπιβλαβεῖς καὶ
ἐπικινδύνους καὶ δυσανακομίστους, τῆς συγκρατικῆς
ἐπισκέψεως πανταχῆ συμπαραλαμβανομένης κατ' ἐπικράτησιν
τῶν τοῖς αὐτοῖς τόποις συσχηματιζομένων, καθάπερ ἐν τοῖς
πρώτοις διωρισάμεθα.
ὡς ἐπίπαν δὲ ἐν μὲν τοῖς τῶν ἑῴων τεταρτημορίων ἀποκλίμασιν
ἐκπεσόντων τῶν φώτων εἰς τὰ πρὸς ἀνατολὰς καὶ μεσημβρίαν
μέρη τῶν οἰκήσεων τὰς ἀποδημίας γίνεσθαι συμβαίνει, ἐν δὲ
τοῖς τῶν λιβικῶν ἢ καὶ ἐν αὐτῷ τῷ δύνοντι εἰς τὰ πρὸς ἄρκτους
καὶ δυσμάςἦ κἂν μὲν μονοειδῆ τύχῃ τὰ τὴν ξενιτείαν ποιήσαντα
ζῴδια ἤτοι αὐτὰ ἢ οἱ οἰκοδεσποτήσαντες αὐτῶν ἀστέρες, διὰ
μακροῦ καὶ κατὰ καιροὺς ποιήσονται τὰς ἀποδημίας, ἐὰν δὲ
δίσωμα ἢ δίμορφα, συνεχῶς καὶ ἐπὶ πλεῖστον χρόνον.
Ζεὺς μὲν οὖν καὶ ᾿Αφροδίτη κύριοι γενόμενοι τῶν τὴν ξενιτείαν
ποιούντων τόπων καὶ φώτων οὐ μόνον ἀκινδύνους ἀλλὰ καὶ
θυμήρεις ποιοῦσι τὰς ὁδοιπορίας, ἤτοι γὰρ ὑπὸ τῶν
προεστώτων ἐν ταῖς χώραις ἢ διὰ φίλων ἀφορμὰς
παραπέμπονται συνεργούσης αὐτοῖς τῆς τε τῶν καταστημάτων
εὐαερίας καὶ τῆς τῶν ἐπιτηδείων ἀφθονίας, προσγενομένου δὲ
αὐτοῖς καὶ τοῦ τοῦ ῾Ερμοῦ πολλάκις καὶ δι' αὐτῆς τῆς
εἰρημένης συντυχίας ὠφέλειαι καὶ προκοπαὶ καὶ δωρεαὶ καὶ
τιμαὶ προσγίνονται·
Κρόνος δὲ καὶ ῎Αρης ἐπιλαβόντες τὰ φῶτα, καὶ μάλιστα ἂν
διαμηκίζωσιν ἀλλήλοις, τὰ περιγενόμενα ποιοῦσιν ἄχρηστα καὶ
κινδύνοις περικυλίουσι μεγάλοις, ἐν μὲν τοῖς καθύγροις
τυχόντες ζῳδίοις διὰ δυσπλοιῶν καὶ ναυαγιῶν ἢ πάλιν
δυσοδιῶν καὶ ἐρήμων τόπων, ἐν δὲ τοῖς στερεοῖς διὰ
κρημνισμῶν καὶ ἐμβολῶν πνευμάτων, ἐν δὲ τοῖς τροπικοῖς καὶ
ἰσημερινοῖς δι' ἔνδειαν τῶν ἐπιτηδείων καὶ νοσώδεις
καταστάσεις, ἐν δὲ τοῖς ἀνθρωποειδέσι διὰ λῃστήρια καὶ
ἐπιβουλὰς καὶ συλήσεις, ἐν δὲ τοῖς χερσαίοις διὰ θηρίων
ἐφόδους ἢ σεισμούς, ῾Ερμοῦ δὲ συμπροσόντος διὰ μετέωρα καὶ
κατηγορίας ἐπισφαλεῖς, ἔτι δὲ καὶ διὰ τὰς τῶν ἑρπετῶν καὶ τῶν
ἄλλων ἰοβόλων πληγάς, παρατηρουμένης ἔτι τῆς μὲν τῶν
συμπτωμάτων, ἐάν τε ὠφέλιμα ἐάν τε βλαβερὰ ᾖ, ἰδιοτροπίας
ἐκ τῆς περὶ τὸ αἴτιον διαφορᾶς καὶ ἐκ τῆς τῶν αἰτιατικῶν τόπων
πράξεως ἢ κτήσεως ἢ σώματος ἢ ἀξιώματος κατὰ τὴν ἐξ ἀρχῆς
διάθεσιν κυρίας, τῶν δὲ τὰς ἐπισημασίας μάλιστα ποιησόντων
καιρῶν ἐκ τῆς τῶν ε πλανωμένων κατὰ χρόνους ἐπεμβάσεων
ποιότητος· καὶ ταῦτα μὲν ἡμῖν μέχρι τοσούτου ὑποτετυπώσθω.
Περὶ θανάτου ποιότητος.
Καταλειπομένης δὲ ἐπὶ πᾶσι τῆς περὶ τὸ ποῖον τῶν θανάτων
ἐπισκέψεως προδιαληψόμεθα διὰ τῶν ἐν τοῖς περὶ τῶν χρόνων
τῆς ζωῆς ἐφωδευμένων, πότερον κατὰ ἄφεσιν ἀκτῖνος ἡ
ἀναίρεσις ἀποτελεσθήσεται ἢ κατὰ τὴν ἐπὶ τὸ δυτικὸν τοῦ
ἐπικρατήτορος καταφοράν· εἰ μὲν γὰρ κατὰ ἄφεσιν καὶ
ὑπάντησιν ἡ ἀναίρεσις γένοιτο, τὸν τῆς ὑπαντήσεως τόπον εἰς
τὴν τοῦ θανάτου ποιότητα προσήκει παρατηρεῖν, εἰ δὲ κατὰ τὴν
ἐπὶ τὸ δῦνον καταφοράν, αὐτὸν τὸν δυτικὸν τόπον. ὁποῖοι γὰρ
ἂν ὦσιν ἤτοι οἱ ἐπόντες τοῖς εἰρημένοις τόποις ἤ, ἐὰν μὴ
ἐπῶσιν, οἱ πρῶτοι τῶν ἄλλων αὐτοῖς ἐπιφερόμενοι, τοιούτους
καὶ τοὺς θανάτους ἔσεσθαι διαληπτέον, συλλαμβανομένων ταῖς
φύσεσιν αὐτῶν πρὸς τὸ ποικίλον τῶν συμπτωμάτων τῶν τε
συσχηματιζομένων ἀστέρων καὶ τῆς αὐτῶν τῶν εἰρημένων
ἀναιρετικῶν τόπων ἰδιοτροπίας ζῳδιακῶς τε καὶ κατὰ τὴν τῶν
ὁρίων φύσιν.
ὁ μὲν οὖν τοῦ Κρόνου τὴν κυρίαν τοῦ θανάτου λαβὼν ποιεῖ τὰ
τέλη διὰ νόσων πολυχρονίων καὶ φθίσεων καὶ ῥευματισμῶν καὶ
συντήξεων καὶ ῥιγοπυρέτων καὶ σπληνικῶν καὶ ὑδρωπικῶν καὶ
κοιλιακῶν καὶ ὑστερικῶν διαθέσεων, καὶ ὅσαι κατὰ
πλεονασμὸν τοῦ ψυχροῦ συνίστανται·
ὁ δὲ τοῦ  ιὸς ποιεῖ τοὺς θανάτους ἀπὸ συνάγχης καὶ
περιπνευμονίας καὶ ἀποπληξίας καὶ σπασμῶν καὶ κεφαλαλγίας
καὶ τῶν καρδιακῶν διαθέσεων, καὶ ὅσαι κατὰ πνεύματος
ἀμετρίαν ἢ δυσωδίαν ἐπισυμπίπτουσι·
ὁ δὲ τοῦ ῎Αρεως ἀπὸ πυρετῶν συνεχῶν καὶ ἡμιτριταϊκῶν καὶ
αἰφνιδίων πληγῶν καὶ νεφριτικῶν καὶ αἱμοπτυϊκῶν διαθέσεων
καὶ αἱμορραγιῶν καὶ ἐκτρωσμῶν καὶ τοκετῶν καὶ ἐρυσιπελάτων
καὶ ὀλέθρων, καὶ ὅσα τῶν νοσημάτων κατ' ἐκπύρωσιν καὶ
ἀμετρίαν τοῦ θερμοῦ τοὺς θανάτους ἐπιφέρει·
ὁ δὲ τῆς ᾿Αφροδίτης διὰ στομαχικῶν καὶ ἡπατικῶν καὶ
λειχήνων καὶ δυσεντερικῶν διαθέσεων ποιεῖ τοὺς θανάτους, ἔτι
δὲ καὶ διὰ νομῶν καὶ συρίγγων καὶ φαρμάκων δόσεων, καὶ ὅσα
τοῦ ὑγροῦ πλεονάσαντος ἢ φθαρέντος ἀποτελεῖται
συμπτώματα·
ὁ δὲ τοῦ ῾Ερμοῦ διὰ μανιῶν καὶ ἐκστάσεων καὶ μελαγχολιῶν
καὶ πτωματισμῶν καὶ ἐπιλήψεων καὶ βηχικῶν καὶ ἀναφορικῶν
νοσημάτων, καὶ ὅσα τοῦ ξηροῦ πλεονάσαντος ἢ φθαρέντος
συνίσταται.
ἰδίοις μὲν οὖν τελευτῶσι θανάτοις οἱ κατὰ τὸν εἰρημένον
τρόπον μεταστάντες τοῦ ζῆν, ὅταν οἱ τὴν κυρίαν τοῦ θανάτου
λαβόντες ἐπὶ τῆς ἰδίας ἢ τῆς οἰκείας φυσικῆς ἰδιοτροπίας
τύχωσιν ὄντες ὑπὸ μηδενὸς καθυπερτερηθέντες τῶν κακῶσαι
καὶ ἐπισφαλέστερον ποιῆσαι τὸ τέλος δυναμένων, βιαίοις δὲ καὶ
ἐπισήμοις, ὅταν ἀμφότεροι κυριεύσωσιν οἱ κακοποιοὶ τῶν
ἀναιρετικῶν τόπων ἤτοι συνόντες ἢ τετραγωνίζοντες ἢ
διαμηκίζοντες, ἢ ὁπότερος αὐτῶν ἢ καὶ ἀμφότεροι τὸν ἥλιον ἢ
καὶ τὴν σελήνην ἢ καὶ ἀμφότερα τὰ φῶτα καταλάβωσι, τῆς μὲν
τοῦ θανάτου κακώσεως ἀπὸ τῆς αὐτῶν συνελεύσεως
συνισταμένης, τοῦ δὲ μεγέθους ἀπὸ τῆς τῶν φώτων
ἐπιμαρτυρήσεως, τῆς δὲ ποιότητος πάλιν ἀπὸ τῆς τῶν λοιπῶν
ἀστέρων συνεπιθεωρήσεως καὶ τῶν τοὺς κακοποιοὺς
περιεχόντων ζῳδίων.
ὁ μὲν γὰρ τοῦ Κρόνου τὸν ἥλιον παρὰ τὴν αἵρεσιν
τετραγωνίσας ἢ διαμηκίσας ἐν μὲν τοῖς στερεοῖς ποιεῖ τοὺς κατὰ
θλίψιν ὄχλων ἢ ἀγχόναις ἢ στραγγαλιαῖς ἀπολλυμένους, ὁμοίως
δέ, κἂν δύνῃ τῆς σελήνης ἐπιφερομένης, ἐν δὲ τοῖς θηριώδεσι
τόποις ἢ ζῳδίοις ὑπὸ θηρίων διαφθειρομένους, κἂν ὁ τοῦ  ιὸς
ἐπιμαρτυρήσῃ κεκακωμένος καὶ αὐτός, ἐν δημοσίοις τόποις ἢ
ἐπισήμοις ἡμέραις θηριομαχοῦντας, ἀνθωροσκοπήσας δὲ
ὁποτέρῳ τῶν φώτων ἐν εἱρκταῖς ἀπολλυμένους, τῷ δὲ τοῦ
῾Ερμοῦ συσχηματισθείς, καὶ μάλιστα περὶ τοὺς ἐν τῇ σφαίρᾳ
ὄφεις ἢ τὰ χερσαῖα τῶν ζῳδίων, ἀπὸ δακετῶν ἰοβόλων
ἀποθνῄσκοντας, ᾿Αφροδίτης δὲ αὐτοῖς προσγενομένης ὑπὸ
φαρμακειῶν καὶ γυναικείων ἐπιβουλῶν, ἐν Παρθένῳ δὲ καὶ
᾿Ιχθύσιν ἢ τοῖς καθύγροις ζῳδίοις τῆς σελήνης
συσχηματισθείσης ὑποβρυχίους καὶ ἐν ὕδασιν ἀποπνιγομένους,
περὶ δὲ τὴν ᾿Αργὼ καὶ ναυαγίοις περιπίπτοντας, ἐν δὲ τοῖς
τροπικοῖς ἢ τετραπόδοις ἡλίῳ συνὼν ἢ διαμηκίσας ἢ ἀντὶ τοὺ
ἡλίου τῷ τοῦ ῎Αρεως ὑπὸ συμπτώσεων καταλαμβανομένους,
ἐὰν δὲ καὶ μεσουρανῶσιν ἢ ἀντιμεσουρανῶσιν, ἀπὸ ὕψους
κατακρημνιζομένους.
ὁ δὲ τοῦ ῎Αρεως τῷ ἡλίῳ παρ' αἵρεσιν ἢ τῇ σελήνῃ τετράγωνος
ἢ διάμετρος σταθεὶς ἐν μὲν τοῖς ἀνθρωποειδέσι ζῳδίοις ἐν
στάσεσιν ἐμφυλίοις ἢ ὑπὸ πολεμίων ποιεῖ σφαζομένους ἢ
αὐτόχειρας ἑαυτῶν γινομένους, διὰ γυναῖκας δὲ ἢ γυναικῶν
φονέας, ἐπὰν καὶ ὁ τῆς ᾿Αφροδίτης αὐτοῖς μαρτυρήσῃ· κἂν ὁ
τοῦ ῾Ερμοῦ δὲ τούτοις συσχηματισθῇ ὑπὸ πειρατῶν ἢ
λῃστηρίων ἢ κακούργων ἀπολλυμένους, ἐπὶ δὲ τῶν
μελεοκοπουμένων καὶ ἀτελῶν ζῳδίων ἢ κατὰ τὸ Γοργόνιον τοῦ
Περσέως ἀποκεφαλιζομένους ἢ μελεοκοπουμένους, ἐν δὲ
Σκορπίῳ καὶ Ταύρῳ καύσεσιν ἢ τομαῖς ἢ ἀποτομαῖς ἰατρῶν καὶ
σπασμοῖς ἀποθνῄσκοντας, ἐπὶ δὲ τοῦ μεσουρανήματος ἢ
ἀντιμεσουρανήματος σταυροῖς ἀνορθουμένους, καὶ μάλιστα
περὶ τὸν Κηφέα καὶ τὴν ᾿Ανδρομέδαν, ἐπὶ δὲ τοῦ δύνοντος ἢ
ἀνθωροσκοποῦντος ζῶντας καιουμένους, ἐν δὲ τοῖς
τετραπόδοις ἀπὸ συμπτώσεων καὶ συνθραύσεων ἢ συρμάτων
ἀποθνῄσκοντας.
τοῦ δὲ τοῦ  ιὸς καὶ τούτῳ μαρτυρήσαντος καὶ συγκακωθέντος
ἐπισήμοις πάλιν ἀπόλλυνται κατακρίσεσι καὶ χόλοις ἡγεμόνων
ἢ βασιλέων· συγγενόμενοι δὲ ἀλλήλοις οἱ κακοποιοὶ καὶ οὕτως
διαμηκίσαντες ἐπί τινος τῶν εἰρημένων αἰτιατικῶν διαθέσεων
συνεργοῦσιν ἔτι μᾶλλον πρὸς τὴν τοῦ θανάτου κάκωσιν τῆς
κατὰ τὸ ποῖον κυρίας περὶ τὸν αὐτοῦ τοῦ ἀναιρετικοῦ τόπου
τυχόντα γινομένης ἢ καὶ πολλῶν τῶν θανατικῶν συμπτωμάτων
ἢ δισσῶν ἤτοι κατὰ τὸ ποῖον ἢ κατὰ τὸ πόσον ἀποτελουμένων,
ὅταν ἀμφότεροι λόγον ἔχωσι πρὸς τοὺς ἀναιρετικοὺς τόπους.
οἱ τοιοῦτοι δὲ καὶ ταφῆς ἄμοιροι καταλείπονται, δαπανῶνται δὲ
ὑπὸ θηρίων ἢ οἰωνῶν, ὅταν περὶ τὰ ὁμοειδῆ τῶν ζῳδίων οἱ
κακοποιοὶ τύχωσι μηδενὸς τῶν ἀγαθοποιῶν τῷ ὑπὸ γῆν ἢ τοῖς
ἀναιρετικοῖς τόποις μαρτυρήσαντος.
ἐπὶ ξένης δὲ οἱ θάνατοι γίνονται τῶν τοὺς ἀναιρετικοὺς τόπους
κατασχόντων ἀστέρων ἐν τοῖς ἀποκλίμασιν ἐκπεσόντων,
μάλισθ' ὅταν καὶ ἡ σελήνη παροῦσα ἢ τετραγωνίζουσα ἢ
διαμηκίζουσα τύχῃ τοὺς εἰρημένους τόπους.
Περὶ χρόνων διαιρέσεως.
᾿Εφωδευμένου δὲ ἡμῖν κεφαλαιωδῶς τοῦ τύπου τῆς καθ'
ἕκαστον εἶδος ἐπισκέψεως μέχρι μόνον αὐτῶν, ὥσπερ ἐν ἀρχῇ
προεθέμεθα, τῶν καθ' ὅλα μέρη λαμβανομένων πραγματειῶν
λοιπὸν ἂν εἴη προσθεῖναι κατὰ τὸν αὐτὸν τρόπον, ὅσα καὶ περὶ
τὰς τῶν χρόνων διαιρέσεις ὀφείλει θεωρηθῆναι φυσικῶς καὶ
ἀκολούθως ταῖς ἐπὶ μέρους ἐκτεθειμέναις πραγματείαις. ὥσπερ
τοίνυν καὶ ἐπὶ πάντων ἁπλῶς τῶν γενεθλιαλογικῶν τόπων
προυφέστηκέ τις τῶν ἐπὶ μέρους εἱμαρμένη μείζων, ἡ τῆς τῶν
χωρῶν αὐτῶν, ᾗ τὰ καθ' ἕκαστον ὁλοσχερῶς θεωρούμενα περὶ
τὰς γενέσεις ὑποπίπτειν πέφυκεν, ὡς τά τε περὶ τὰς τῶν
σωμάτων μορφὰς καὶ τὰς τῶν ψυχῶν ἰδιοτροπίας καὶ τὰς τῶν
ἐθῶν καὶ νομίμων ἐναλλαγάς,
καὶ δεῖ τὸν φυσικῶς ἐπισκεπτόμενον ἀεὶ τῆς πρώτης καὶ
κυριωτέρας αἰτίας κρατεῖν, ὅπως μὴ κατὰ τὸ τῶν γενέσεων
παρόμοιον λάθῃ ποτὲ τὸν μὲν ἐν Αἰθιοπίᾳ γεννώμενον φέρε
εἰπεῖν λευκόχρουν ἢ τετανὸν τὰς τρίχας εἰπών, τὸν δὲ Γερμανὸν
ἢ τὸν Γαλάτην μελάγχροα ἢ οὐλοκέφαλον, ἢ τούτους μὲν
ἡμέρους τοῖς ἤθεσιν καὶ φιλολόγους ἢ φιλοθεωρούς, τοὺς δὲ ἐν
τῇ ῾Ελλάδι τὰς ψυχὰς ἀγρίους καὶ τὸν λόγον ἀπαιδεύτους, ἢ
πάλιν κατὰ τὸ τῶν ἐθῶν καὶ νομίμων ἴδιον ἐπὶ τῶν συμβιώσεων
λόγου χάριν τῷ μὲν ᾿Ιταλῷ τὸ γένος ἀδελφικὸν γάμον
προθέμενος, δέον τῷ Αἰγυπτίῳ, τούτῳ δὲ μητρικόν, δέον τῷ
Πέρσῃ, καὶ ὅλως προδιαλαμβάνειν τὰς καθόλου τῆς εἱμαρμένης
περιστάσεις, εἶτα τὰς κατὰ μέρος πρὸς τὸ μᾶλλον ἢ ἧττον
ἐφαρμόζειν· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν χρονικῶν
διαιρέσεων τὰς τῶν ἡλικιῶν διαφορὰς καὶ ἐπιτηδειότητας πρὸς
ἕκαστα τῶν ἀποτελεσμάτων ἀναγκαῖον προυποτίθεσθαι καὶ
σκοπεῖν, ὅπως μὴ κατὰ τὸ κοινὸν καὶ ἁπλοῦν τῶν πρὸς τὴν
ἐπίσκεψιν θεωρουμένων συμβατικῶν λάθωμεν αὐτούς ποτε τῷ
μὲν βρέφει πρᾶξιν ἢ γάμον ἤ τι τῶν τελειοτέρων εἰπόντες, τῷ
δὲ πάνυ γέροντι τεκνοποιίαν ἤ τι τῶν νεανικωτέρων, ἀλλὰ
καθάπαξ τὰ διὰ τῶν ἐφόδων τῶν χρονικῶν θεωρούμενα κατὰ
τὸ παρόμοιον καὶ ἐνδεχόμενον τῶν ταῖς ἡλικίαις συμφύλων
ἐφαρμόζωμεν·
ἔστι γὰρ ἐπιβολὴ μία καὶ ἡ αὐτὴ πάντων ἐπὶ τῶν χρονικῶν
διαφορῶν τῆς καθόλου φύσεως τῶν ἀνθρώπων ἐχομένη καθ'
ὁμοιότητα καὶ παραβολὴν τῆς τάξεως τῶν ἑπτὰ πλανωμένων
ἀρχομένη μὲν ἀπὸ τῆς πρώτης ἡλικίας καὶ τῆς πρώτης ἀφ'
ἡμῶν σφαίρας, τουτέστι τῆς σεληνιακῆς, λήγουσα δὲ ἐπὶ τὴν
πυμάτην τῶν ἡλικιῶν καὶ τῶν πλανωμένων σφαιρῶν τὴν
ὑστάτην, Κρόνου δὲ προσαγορευομένην, καὶ συμβέβηκεν ὡς
ἀληθῶς ἑκάστῃ τῶν ἡλικιῶν τὰ οἰκεῖα τῇ φύσει τοῦ
παραβεβλημένου τῶν πλανωμένων, ἃ δεήσει παρατηρεῖν, ὅπως
τὰ μὲν καθόλου τῶν χρονικῶν ἐντεῦθεν σκοπῶμεν, τὰς δὲ τῶν
κατὰ μέρος διαφορὰς ἀπὸ τῶν ἐν ταῖς γενέσεσιν εὑρισκομένων
ἰδιωμάτων.
μέχρι μὲν γὰρ τῶν πρώτων σχεδόν που τεσσάρων ἐτῶν κατὰ
τὸν οἰκεῖον ἀριθμὸν τῆς τετραετηρίδος τὴν τοῦ βρέφους ἡλικίαν
ἡ σελήνη λαχοῦσα τήν τε ὑγρότητα καὶ ἀπηξίαν τοῦ σώματος
καὶ τὸ τῆς αὐξήσεως ὀξὺ καὶ τὸ τῶν τροφῶν ὡς ἐπίπαν
ὑδατῶδες καὶ τὸ τῆς ἕξεως εὐμετάβολον καὶ τὸ τῆς ψυχῆς
ἀτελὲς καὶ ἀδιάρθρωτον ἀπειργάσατο τοῖς περὶ τὸ ποιητικὸν
αὐτῆς συμβεβηκόσιν οἰκείως.
ἐπὶ δὲ τὴν ἑξῆς δεκαετίαν τὴν παιδικὴν ἡλικίαν δεύτερος καὶ
δευτέραν λαχὼν ὁ τοῦ ῾Ερμοῦ ἀστὴρ τοῦ καθ' ἥμισυ μέρους
τοῦ τῆς εἰκοσαετηρίδος ἀριθμοῦ, τότε διανοητικὸν καὶ λογικὸν
τῆς ψυχῆς ἄρχεται διαρθροῦν ὥσπερ καὶ διαπλάττειν καὶ
μαθημάτων ἐντιθέναι σπέρματά τινα καὶ στοιχεῖα, τῶν τε ἠθῶν
καὶ τῶν ἐπιτηδειοτήτων ἐμφαίνει τὰς ἰδιοτροπίας διδασκαλίαις
ἤδη καὶ παιδαγωγίαις καὶ τοῖς πρώτοις γυμνασίοις ἐγείρων τὰς
ψυχάς.
ὁ δὲ τῆς ᾿Αφροδίτης τὴν μειρακιώδη καὶ τρίτην ἡλικίαν
παραλαβὼν ἐπὶ τὴν ἑξῆς ὀκταετίαν κατὰ τὸν ἴσον ἀριθμὸν τῆς
ἰδίας περιόδου, κίνησιν εἰκότως τῶν σπερματικῶν πόρων
ἐμποιεῖν ἄρχεται κατὰ τὴν πλήρωσιν αὐτῶν καὶ ὁρμὴν ἐπὶ τὴν
τῶν ἀφροδισίων συνέλευσιν, ὅτε μάλιστα λύσσα τις ἐγγίνεται
ταῖς ψυχαῖς καὶ ἀκρασία καὶ πρὸς τὰ τυχόντα τῶν ἀφροδισίων
ἔρως καὶ φλεγμονῆς ἀπάτη καὶ τοῦ προπετοῦς ἀβλεψία.
τὴν δὲ τετάρτην καὶ τάξει μέσην ἡλικίαν τὴν νεανικὴν λαβὼν ὁ
τῆς μέσης σφαίρας κύριος ἥλιος ἐπὶ τὰ τῆς
ἐννεακαιδεκαετηρίδος ἔτη τὸ οἰκοδεσποτικὸν ἤδη καὶ
αὐθεντικὸν τῶν πράξεων ἐμποιεῖ τῇ ψυχῇ βίου τε καὶ δόξης καὶ
καταστάσεως ἐπιθυμίαν καὶ μετάβασιν ἀπὸ τῶν παιγνιωδῶν καὶ
ἀνεπιστάτων ἁμαρτημάτων ἐπὶ τὸ προσεκτικὸν καὶ αἰδημονικὸν
καὶ φιλότιμον.
μετὰ δὲ τὸν ἥλιον ὁ τοῦ ῎Αρεως πέμπτος ἐπιλαβὼν τὸ τῆς
ἡλικίας ἀνδρῶδες ἐπὶ τὰ ἴσα τῆς ἰδίας περιόδου πεντεκαίδεκα
ἔτη τὸ αὐστηρὸν καὶ κακόπαθον εἰσάγει τοῦ βίου, μερίμνας τε
καὶ σκυλμοὺς ἐμποιεῖ τῇ ψυχῇ καὶ τῷ σώματι, καθάπερ
αἴσθησίν τινα ἤδη καὶ ἔννοιαν ἐνδιδοὺς τῆς παρακμῆς καὶ
ἐπιστρέφων πρὸς τὸ πρὶν ἐγγὺς ἐλθεῖν τοῦ τέλους ἀνύσαι τι
λόγου ἄξιον μετὰ πόνου τῶν μεταχειριζομένων.
ἕκτος δὲ ὁ τοῦ  ιὸς τὴν πρεσβυτικὴν ἡλικίαν λαχὼν ἐπὶ τὴν τῆς
ἰδίας περιόδου πάλιν δωδεκαετίαν τὸ μὲν αὐτουργὸν καὶ
ἐπίπονον καὶ ταραχῶδες καὶ παρακεκινδυνευμένον τῶν
πράξεων ἀποστρέφεσθαι ποιεῖ, τὸ δὲ εὔσχημον καὶ
προνοητικὸν καὶ ἀνακεχωρηκός, ἔτι δὲ ἐπιλογιστικὸν πάντων
καὶ νουθετικὸν καὶ παραμυθητικὸν ἀντεισάγει τιμῆς τότε
μάλιστα καὶ ἐπαίνου καὶ ἐλευθεριότητος ἀντιποιεῖσθαι
παρασκευάζων μετ' αἰδοῦς καὶ σεμνοπρεπείας.
τελευταῖος δὲ ὁ τοῦ Κρόνου τὴν ἐσχάτην καὶ γεροντικὴν
ἡλικίαν ἐκληρώθη μέχρι τῶν ἐπιλοίπων τῆς ζωῆς χρόνων
καταψυχομένων ἤδη καὶ ἐμποδιζομένων τῶν τε σωματικῶν καὶ
τῶν ψυχικῶν κινήσεων ἐν ταῖς ὁρμαῖς καὶ ἀπολαύσεσι καὶ
ἐπιθυμίαις καὶ ταχείας τῆς ἐπὶ τὴν φύσιν παρακμῆς
ἐπιγινομένης τῷ βίῳ κατεσκληκότι καὶ ἀθύμῳ καὶ ἀσθενικῷ
καὶ εὐπροσκόπῳ καὶ πρὸς πάντα δυσαρέστῳ κατὰ τὸ οἰκεῖον
τῆς τῶν κινήσεων νωχελίας.
αἱ μὲν οὖν κατὰ τὸ κοινὸν καὶ καθόλου τῆς φύσεως
θεωρούμεναι τῶν χρόνων ἰδιοτροπίαι τοῦτον τὸν τρόπον
προυποτετυπώσθωσαν, τῶν δὲ ἐπὶ μέρους κατὰ τὸ τῶν
γενέσεων ἴδιον ὀφειλουσῶν λαμβάνεσθαι τὰς μὲν κατὰ τὸ
προυποτιθέμενον πάλιν καὶ ὁλοσχερέστερον ἀπὸ τῶν
κυριωτάτων ἀφέσεων ποιησόμεθα, πασῶν μέντοι καὶ οὐκ ἀπὸ
μιᾶς ὥσπερ ἐπὶ τῶν τῆς ζωῆς χρόνων, ἀλλὰ τὴν μὲν ἀπὸ τοῦ
ὡροσκόπου πρὸς τὰ σωματικὰ τῶν συμπτωμάτων καὶ τὰς
ξενιτείας, τὴν δὲ ἀπὸ τοῦ κλήρου τῆς τύχης πρὸς τὰ τῆς
κτήσεως, τὴν δὲ ἀπὸ τῆς σελήνης πρὸς τὰ τῆς ψυχῆς πάθη καὶ
τὰς συμβιώσεις, τὴν δὲ ἀπὸ τοῦ ἡλίου πρὸς τὰ κατ' ἀξίαν καὶ
δόξαν, τὴν δὲ ἀπὸ τοῦ μεσουρανήματος πρὸς τὰς λοιπὰς καὶ
κατὰ μέρος τοῦ βιοῦ διαγωγάς, οἷον πράξεις, φιλίας,
τεκνοποιίας·
οὕτω γὰρ ἂν ἐν τοῖς αὐτοῖς καιροῖς οὐχ εἷς ἔσται ἤτοι
ἀγαθοποιὸς ἢ κακοποιὸς κύριος αὐτῶν πολλῶν ὡς ἐπὶ τὸ πολὺ
συμβαινόντων ὑπὸ τοὺς αὐτοὺς χρόνους ἐναντίων
συμπτωμάτων, ὡς ὅταν τις ἀποβαλὼν πρόσωπον οἰκεῖον λάβῃ
κληρονομίαν ἢ νόσῳ καταληφθεὶς κατὰ τὸ αὐτὸ καὶ τύχῃ τινὸς
ἀξίας καὶ προκοπῆς ἢ ἐν ἀπραγίᾳ τυγχάνων τέκνων γένηται
πατήρ, καὶ ὅσα τοιαῦτα συμβαίνειν εἴωθεν·
οὐ γὰρ τὸ αὐτὸ σώματος καὶ ψυχῆς καὶ κτήματος καὶ
ἀξιώματος καὶ τῶν συμβαινόντων ἀγαθῶν ἢ κακῶν, ὡς ἐξ
ἀνάγκης ἐν ἅπασι τούτοις εὐτυχεῖν τινα ἢ πάλιν ἀτυχεῖν, ἀλλὰ
συμβαίνειν μὲν ἂν ἴσως καὶ τὸ τοιοῦτον ἐπὶ τῶν τέλεον
εὐδαιμονιζομένων ἢ ταλανιζομένων καιρῶν, ὅταν ἐν ἁπάσαις ἢ
ταῖς πλείσταις ἀφέσεσι συνδράμωσιν ὑπαντήσεις ἀγαθοποιῶν
πάντων ἢ πάλιν κακοποιῶν, σπανίως δὲ διὰ τὸ τῆς ἀνθρωπίνης
φύσεως, ἀτελὲς μὲν πρὸς ἑκατέραν τῶν ἀκροτήτων,
εὐκατάφορον δὲ πρὸς τὴν ἐκ τῆς ἐναλλαγῆς τῶν ἀγαθῶν καὶ
κακῶν συμμετρίαν.
τοὺς μὲν οὖν ἀφετικοὺς τόπους κατὰ τὸν εἰρημένον τρόπον
διακρινοῦμεν, τοὺς δὲ ἐν ταῖς ἀφέσεσιν ὑπαντῶντας οὐ μόνον
πάλιν τοὺς ἀναιρετὰς ὥσπερ ἐπὶ τῶν τῆς ζωῆς χρόνων, ἀλλὰ
πάντας ἁπλῶς παραληπτέον, καὶ ὁμοίως οὐ τοὺς σωματικῶς
μόνον ἢ κατὰ διάμετρον ἢ τετράγωνον στάσιν συναντῶντας,
ἀλλὰ καὶ τοὺς κατὰ τρίγωνον καὶ ἑξάγωνον σχηματισμόν. καὶ
πρῶτον μὲν δοτέον τοὺς χρόνους καθ' ἑκάστην ἄφεσιν τῷ κατ'
αὐτῆς τῆς ἀφετικῆς μοίρας τυχόντι ἢ συσχηματισθέντι, ἐὰν δὲ
μὴ οὕτως ἔχῃ, τῷ τὴν ἔγγιστα προήγησιν ἐπιλαβόντι μέχρι τοῦ
τὴν ἑξῆς εἰς τὰ ἑπόμενα μοῖραν ἐπιθεωρήσαντος, εἶτα τούτῳ
μέχρι τοῦ ἑξῆς καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως παραλαμβανομένων
εἰς οἰκοδεσποτείαν καὶ τῶν τὰ ὅρια ἐπεχόντων ἀστέρων.
δοτέον δὲ πάλιν ταῖς τῶν διαστάσεων μοίραις ἔτη κατὰ μὲν τὴν
τοῦ ὡροσκόπου ἄφεσιν ἰσάριθμα τοῖς τοῦ οἰκείου κλίματος
χρόνοις ἀναφορικοῖς, κατὰ δὲ τὴν ἀπὸ τοῦ μεσουρανήματος
ἰσάριθμον τοῖς χρόνοις τῶν μεσουρανήσεων, κατὰ δὲ τὰς ἀπὸ
λοιπῶν ἀνάλογον τῷ πρὸς τὰ κέντρα συνεγγισμῷ τῶν
ἀναφορῶν ἢ καταφορῶν ἢ συμμεσουρανήσεων, καθάπερ καὶ
ἐπὶ τῶν τῆς ζωῆς χρόνων διωρισάμεθα.
τοὺς μὲν οὖν καθολικοὺς χρονοκράτορας ληψόμεθα τὸν
εἰρημένον τρόπον, τοὺς δ' ἐνιαυσίους ἐκβάλλοντες τὸ πλῆθος
τῶν ἀπὸ τῆς γενέσεως ἐτῶν ἀφ' ἑκάστου τῶν ἀφετικῶν τόπων
εἰς τὰ ἑπόμενα κατὰ ζῴδιον ἓν καὶ τοῦ συντελειουμένου ζῳδίου
τὸν οἰκοδεσπότην συμπαραλαμβάνοντες, τὸ δ' αὐτὸ καὶ ἐπὶ τῶν
μηνῶν ποιήσομεν ἐκβάλλοντες πάλιν καὶ τούτων τὸ ἀπὸ τοῦ
γενεθλιακοῦ μηνὸς πλῆθος ἀπὸ τῶν τὴν κυρίαν τοῦ ἔτους
λαβόντων τόπων, κατὰ ζῴδιον μέντοι ἡμέρας εἴκοσι ὀκτώ,
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἡμερῶνἦ τὰς γὰρ ἀπὸ τῆς γενεθλιακῆς
ἡμέρας ἐκβαλοῦμεν ἀπὸ τῶν μηνιαίων τόπων κατὰ ζῴδιον
ἡμέρας δύο τρίτον.
προσεκτέον δὲ καὶ ταῖς ἐπεμβάσεσι ταῖς πρὸς τοὺς τῶν χρόνων
τόπους γινομέναις ὡς οὐ τὰ τυχόντα καὶ αὐταῖς
συλλαμβανομέναις πρὸς τὰ τῶν καιρῶν ἀποτελέσματα, καὶ
μάλιστα ταῖς μὲν τοῦ Κρόνου πρὸς τοὺς καθολικοὺς τῶν
χρόνων τόπους, ταῖς δὲ τοῦ  ιὸς πρὸς τοὺς τῶν ἐνιαυσιαίων,
ταῖς δὲ τοῦ ἡλίου καὶ ταῖς τοῦ ῎Αρεως καὶ ᾿Αφροδίτης καὶ
῾Ερμοῦ πρὸς τοὺς τῶν μηνιαίων, ταῖς δὲ τῆς σελήνης παρόδοις
πρὸς τοὺς τῶν ἡμερησίων, καὶ ὡς τῶν μὲν καθολικῶν
χρονοκρατόρων κυριωτέρων ὄντων πρὸς τὴν τοῦ
ἀποτελέσματος τελείωσιν, τῶν δὲ ἐπὶ μέρους συνεργούντων ἢ
ἀποσυνεργούντων κατὰ τὸ οἰκεῖον ἢ ἀνοίκειον τῶν φύσεων,
τῶν δὲ ἐπεμβάσεων τὰς ἐπιτάσεις καὶ τὰς ἀνέσεις τῶν
συμπτωμάτων ἀπεργαζομένων·
ὸ μὲν γὰρ καθόλου τῆς ποιότητος ἴδιον καὶ τὴν τοῦ χρόνου
παράτασιν ὅ τε τῆς ἀφέσεως τόπος καὶ ὁ τῶν καθολικῶν
χρόνων κύριος μετὰ τοῦ τῶν ὁρίων διασημαίνει διὰ τὸ
συνοικειοῦσθαι τῶν ἀστέρων ἕκαστον ἐπ' αὐτοῖς τοῖς τῆς
γενέσεως τόποις, ὧν ἂν ἀπ' ἀρχῆς ἔτυχον λαβόντες τὴν
οἰκοδεσποτείαν, τὸ δέ, πότερον ἀγαθὸν ἢ τοὐναντίον ἔσται τὸ
σύμπτωμα, καταλαμβάνεται διὰ τῆς τῶν χρονοκρατόρων
φυσικῆς τε καὶ συγκρατικῆς ἰδιοτροπίας εὐποιητικῆς ἢ
κακωτικῆς καὶ τῆς ἀπ' ἀρχῆς πρὸς τὸν ἐπικρατούμενον τόπον
συνοικειώσεως ἢ ἀντιπαθείας, τὸ δέ, ἐν ποίοις χρόνοις μᾶλλον
ἐπισημανθήσεται τὸ ἀποτέλεσμα, δείκνυται διὰ τῶν τῶν
ἐνιαυσίων καὶ μηνιαίων ζῳδίων πρὸς τοὺς αἰτιατικοὺς τόπους
συσχηματισμῶν καὶ τῶν κατὰ τὰς ἐπεμβάσεις τῶν ἀστέρων καὶ
τὰς φάσεις ἡλίου καὶ σελήνης πρὸς τὰ ἐνιαύσια καὶ μηνιαῖα τῶν
ζῳδίων·
οἱ μὲν γὰρ συμφώνως ἔχοντες πρὸς τοὺς διατιθεμένους τόπους
ἀπὸ τῆς ἐν τῇ γενέσει καταρχῆς καὶ κατὰ τὰς ἐπεμβάσεις
συμφώνως αὐτοῖς συσχηματισθέντες ἀγαθῶν εἰσι περὶ τὸ
ὑποκείμενον εἶδος ἀπεργαστικοί, καθάπερ, ἐὰν ἐναντιωθῶσι,
φαύλων, οἱ δὲ ἀσυμφώνως καὶ παρ' αἵρεσιν διαμηκίσαντες μὲν
ἢ τετραγωνίσαντες ταῖς παρόδοις κακῶν εἰσιν παραίτιοι, κατὰ
δὲ τοὺς ἄλλους σχηματισμοὺς οὐκέτι.
κἂν οἱ αὐτοὶ καὶ τῶν χρόνων καὶ τῶν ἐπεμβάσεων κυριεύσωσιν
ἀστέρες, ὑπερβάλλουσα καὶ ἄκρατος γίνεται ἡ τοῦ
ἀποτελέσματος φύσις, ἐάν τε ἐπὶ τὸ ἀγαθὸν ἐάν τε ἐπὶ τὸ
φαῦλον ῥέπῃ, πολὺ δὲ πλεῖον, ἐὰν μὴ μόνον διὰ τὸ
χρονοκράτορας εἶναι κυριεύσωσι τοῦ τῆς αἰτίας εἴδους, ἀλλὰ
καὶ διὰ τὸ κατ' αὐτὴν τὴν ἀρχὴν τῆς γενέσεως τὴν
οἰκοδεσποτείαν αὐτοῦ τετυχηκέναι.
κατὰ πάντα δὲ ὁμοῦ δυστυχοῦσιν ἢ εὐτυχοῦσιν, ὅταν ἤτοι
τόπος εἷς καὶ ὁ αὐτὸς ὑπὸ πασῶν ἢ τῶν πλείστων ἀφέσεων
τύχῃ καταληφθείς, ἢ τούτων διαφόρων οὐσῶν οἱ αὐτοὶ χρόνοι
πάσας ἢ τὰς πλείστας ὑπαντήσεις ὁμοίως ἀγαθοποιοὺς ἢ
κακοποιοὺς τύχωσιν ἐσχηκότες. ὁ μὲν οὖν τύπος τῆς τῶν
καιρῶν ἐπισκέψεως τοσοῦτός τις ἂν εἴη.
τὰ δὲ εἴδη τῶν ἀποτελεσμάτων τῶν συμβαινόντων κατὰ
χρόνους συνάπτειν ἐνταῦθα κατὰ διέξοδον παραλείψομεν, δι'
ὃν ἔφην σκοπὸν ἐξ ἀρχῆς, ὅτι τῶν ἀστέρων ἡ ποιητικὴ
δύναμις, ἣν ἔχουσιν ἐπὶ τοὺς καθόλου ὁμοίως καὶ ἐν τοῖς
μερικοῖς, κατὰ τὸ ἀκόλουθον ἐφαρμόζεσθαι δύναται
συναπτομένων εὐστόχως τῆς τε αἰτίας τοῦ μαθηματικοῦ καὶ τῆς
αἰτίας τῆς ἐκ τῆς συγκράσεως.
star

0 αναγνώστες άφησαν σχόλιο: